Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ἡ μὲν δὴ πόλις ἡ Δελφῶν ἐν τούτοις ἦν, καὶ ἔδρασεν ὅ τι δὴ καὶ ἔδρασεν: οὐ γὰρ ἔχω γινώσκειν: ἐμοὶ δὲ τὸν καιρὸν τῆς φυγῆς ἡ ἐκείνων ἐπιδίωξις ὑπέβαλεν, ἀναλαβών τε τοὺς νέους ἦγον ἐπὶ θάλατταν, αὐτῆς ὡς εἶχον τῆς νυκτός, ἐνεβίβαζόν τε εἰς τὴν ναῦν τὴν Φοίνισσαν,

p.122
ἄρτι τὰ πρυμνήσια λύειν μέλλουσαν: καὶ γάρ πως λοιπὸν καὶ ὄρθρου ὑποφαίνοντος οὐδὲ ὑπερβαίνειν ᾤοντο τὸν πρός με ὅρκον οἱ Φοίνικες, ἡμέραν καὶ νύκτα ἀναμεῖναι μόνην συνθέμενοι. λίαν οὖν χαίροντες ἥκοντας ἡμᾶς ὑποδέχονται. καὶ παραχρῆμα λιμένων ἐκτὸς ὑπ̓ εἰρεσίᾳ τὸ πρῶτον ἀνήγοντο: ὡς δὲ λείου πνεύματος ἐκ γῆς προσπνεομένου κῦμα χθαμαλὸν ὑπέτρεχέ τε καὶ οἷον προσεγέλα τῇ πρύμνῃ, τότε δὴ τὴν ναῦν τοῖς ἱστίοις ὑποφέρειν ἐπέτρεπον. Κιρραῖοι μὲν δὴ κόλποι καὶ Παρνασσοῦ πρόποδες Αἰτωλοί τε καὶ Καλυδώνιοι σκόπελοι μόνον οὐ διιπταμένην τὴν ὁλκάδα παρημείβοντο, νῆσοι δὲ Ὀξεῖαι καὶ σχῆμα καὶ ὄνομα, θάλαττά τε Ζακύνθιος ἄρτι πρὸς δύσιν ἡλίου νεύοντος ἀνεφαίνοντο. ἀλλὰ τί ταῦτα ἀωρὶ μηκύνω; τί δὲ λανθάνω τὴν διήγησιν εἰς πέλαγος ὄντως ἀφεὶς τῶν ἑξῆς; ἐνταῦθα λοιπὸν τὸν λόγον ἐπίσχωμεν, ὀλίγον δὲ καὶ ὕπνου σπάσωμεν. εἰ γὰρ καὶ λίαν ἄοκνος ὑπάρχεις τὴν ἀκοὴν καὶ ἐρρωμένως ἀπομάχῃ πρὸς τὸν ὕπνον, ὦ Κνήμων, ἀλλ̓ ἡγοῦμαί σε λοιπὸν ὀκλάζειν, ἐμοῦ τἀμαυτοῦ πάθη μέχρι πόρρω τῆς νυκτὸς ἀποτείναντος. κἀμὲ δὲ λοιπόν, ὦ τέκνον, γῆράς τε βαρύνει, καὶ ἡ τῶν συμφορῶν ὑπόμνησις παραλύουσα τὴν διάνοιαν εἰς ὕπνον καταφέρει.

ἐπίσχες, εἶπεν ὁ Κνήμων, ὦ πάτερ, οὐχ ὡς ἐμοῦ τὴν διήγησιν ἀποσκευαζομένου: δοκῶ γάρ μοι μηδ̓ εἰ πολλὰς μὲν νύκτας πλείους δ̓ ἡμέρας ἐπισυνάπτοις, τοῦτο ἄν ποτε παθεῖν: οὕτως ἀκόρεστόν τι καὶ σειρήνιον τὸ κατ̓ αὐτήν. ἀλλά με πάλαι θροῦς τις καὶ βόμβος ὄχλου κατὰ τὴν οἰκίαν περιηχεῖ. καὶ ἦν μὲν οὐκ ἐκτὸς τοῦ θορυβεῖσθαι, σιωπᾶν δὲ ἐβιαζόμην, ἐπιθυμίᾳ τῶν ἀεὶ πρὸς σοῦ λεχθησομένων ἑλκόμενος. ἐγὼ μὲν οὐκ ᾐσθόμην, ἔφη ὁ Καλάσιρις, τάχα μέν που καὶ

p.123
δἰ ἡλικίαν νωθρότερος ὢν τὴν ἀκοήν ʽνόσος γὰρ ἄλλων τε καὶ ὤτων τὸ γῆρασ̓, ἴσως δὲ καὶ πρὸς τὴν διήγησιν ἠσχολημένος: ἔοικε δέ μοι Ναυσικλῆς ἥκειν ὁ τῆς οἰκίας δεσπότης, ἀλλὰ τί ἄρα ποτὲ ὦ θεοὶ διαπεπραγμένος;

ἅπαντα ὡς ἐβουλόμην,. ἔφη ὁ Ναυσικλῆς ἀθρόον αὐτοῖς ἐπιφανείς. οὐ γάρ με ἔλαθες, ὦγαθὲ Καλάσιρι, φροντίζων τὰς ἐμὰς πράξεις καὶ ὥσπερ τῇ διανοίᾳ συνεκδημῶν, ἀλλά σε ἐφώρασα τῷ τε ἄλλῳ σου περὶ ἐμὲ τρόπῳ καὶ οἷς ἐνταῦθα εἰσιὼν κατείληφα διαλεγόμενον. ἀλλὰ τίς ὅδε ὁ ξένος; Ἕλλην, ἔφη ὁ Καλάσιρις: τὰ δ̓ ἄλλα εἰσαῦθις ἀκούσῃ. σὺ δέ, εἴ τί σοι κατώρθωται δεξιόν, ἀπάγγελλε θᾶττον, ὡς ἂν τοῦ χαίρειν γ̓ ἔχοις κοινωνοῦντας. ἀλλὰ καὶ ὑμεῖς, εἶπεν ὁ Ναυσικλῆς, εἰς ἕω μαθήσεσθε: τὸ δὲ παρὸν ὑμῖν, ὅτι βελτίονα Θίσβην ἐκτησάμην, ἀπόχρη μαθεῖν: ἐμοὶ γὰρ τήν τε ἐκ τῆς ὁδοιπορίας καὶ τῶν ἄλλων φροντίδων κάκωσιν ὕπνῳ βραχεῖ γοῦν ἐστὶ παραμυθητέον.