Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

χαλεπῶς δὲ καὶ σὺν ἱδρῶτι πολλῷ τῇ νήσῳ προσορμίσαντες, ὡς εἶχον τάχους, ἐπὶ τὰς σκηνὰς ἀνέτρεχον. καὶ τὰς μὲν καταλαμβάνουσιν ἤδη κατῃθαλωμένας καὶ τῷ τόπῳ μόνῳ γνωριζομένας, τὸν λίθον δὲ τὸν οὐδὸν τοῦ σπηλαίου τὸ κάλυμμα διαφαινόμενον. ὁ γὰρ ἄνεμος ἐπίφορος ταῖς καλύβαις ἐμπνεύσας, καὶ οἷα δὴ λεπτοῖς καλάμοις, καὶ τούτοις ἑλείοις, διαπλόκους τῇ ῥιπῇ κατὰ πάροδον καταφλέξας, μικροῦ καὶ ἰσόπεδον ἐπεδείκνυ τὸ ὑποκείμενον, τῆς μὲν φλογὸς ὀξέως μαρανθείσης καὶ εἰς τέφραν ἀναλυθείσης, τῆς δὲ σποδιᾶς τῆς μὲν πολλῆς τῷ ῥοίζῳ παρενεχθείσης, ὀλίγης δὲ τῆς ὑπολειπομένης πρὸς τὸ πνέον ἁπάσης σχεδὸν ἀποσβεσθείσης

p.41
καὶ πρὸς τὸ βάσιμον ἀποψυγείσης. δᾷδας οὖν ἡμιφλέκτους ἀνευρόντες καὶ λείψανα καλάμων ἐξάψαντες καὶ τὸ στόμιον ἀνοίξαντες κατέθεον ἡγουμένου τοῦ Κνήμωνος. ἐπεὶ δὲ ὀλίγον ἀπέβησαν, ἀθρόον ὁ Κνήμων ἀνέκραγεν ὦ Ζεῦ, τί τοῦτο; ἀπολώλαμεν: ἀνῄρηται Χαρίκλεια. καὶ τό τε λαμπάδιον εἰς τὴν γῆν καταβαλὼν ἀπέσβεσε, καὶ τὼ χεῖρε τοῖς ὀφθαλμοῖς ἐπαγαγών, εἰς γόνυ τε ὀκλάσας, ἐθρήνει. ὁ δὲ Θεαγένης ὥσπερ τινὸς πρὸς βίαν ὤσαντος ἐπὶ τὸ σῶμα τῆς κειμένης κατενεχθείς, ὃ μὲν ἐπὶ πλεῖστον ἀπρὶξ εἴχετο καὶ προσεπεφύκει πανταχόθεν ἐναγκαλιζόμενος: ὁ δὲ Κνήμων ὅλον ὄντα πρὸς τῷ πάθει καταμαθὼν καὶ τῇ συμφορᾷ βεβαπτισμένον, δεδιώς τε μή τι κακὸν ἑαυτὸν ἐργάσηται, τὸ ξίφος ὑφαιρεῖ λάθρᾳ τῆς θήκης ὑπὸ τὴν πλευρὰν αἰωρουμένης, καὶ μόνον καταλιπὼν ἀνέδραμεν ὡς τὰς δᾷδας ἀναψόμενος.

κἀν τούτῳ τραγικόν τι καὶ γοερὸν ὁ Θεαγένης βρυχώμενος ὢ πάθους ἀτλήτου φησίν, ὢ συμφορᾶς θεηλάτου. τίς οὕτως ἀκόρεστος ἐρινὺς τοῖς ἡμετέροις κακοῖς ἐνεβάκχευσε, φυγὴν τῆς ἐνεγκούσης ἐπιβαλοῦσα, κινδύνοις θαλασσῶν, κινδύνοις πειρατηρίων ὑποβαλοῦσα, λῃσταῖς παραδοῦσα πολλάκις, τῶν ὄντων ἀλλοτριώσασα; ἓν μόνον ἀντὶ πάντων ὑπελείπετο: καὶ τοῦτο ἀνήρπασται. κεῖται Χαρίκλεια, καὶ πολεμίας χειρὸς ἔργον ἡ φιλτάτη γεγένηται, δῆλον μὲν ὡς σωφροσύνης ἀντεχομένη καὶ ἐμοὶ δῆθεν ἑαυτὴν φυλάττουσα, κεῖται δ̓ οὖν ὅμως ἡ δυστυχής, οὐδὲν μὲν αὐτὴ τῆς ὥρας ἀποναμένη, εἰς οὐδὲν δ̓ ὄφελος ἐμοὶ γενομένη. ἀλλ̓ ὦ γλυκεῖα, πρόσφθεγξαι τὰ τελευταῖα καὶ εἰωθότα: ἐπίσκηψον, εἴ τι καὶ κατὰ μικρὸν ἐμπνεῖς. οἴμοι, σιωπᾷς, καὶ τὸ μαντικὸν ἐκεῖνο καὶ θεηγόρον στόμα σιγὴ κατέχει, καὶ ζόφος τὴν πυρφόρον καὶ χάος

p.42
τὴν ἐκ τῶν ἀνακτόρων κατείληφεν. ὀφθαλμοὶ δὲ ἀφεγγεῖς οἱ πάντας τῷ κάλλει καταστράψαντες, οὓς οὐκ εἶδεν ὁ φονεύσας, οἶδα ἀκριβῶς. ἀλλ̓ ὦ—τί ἄν σέ τις ὀνομάσειε; νύμφην; ἀλλ̓ ἀνύμφευτος. γαμετήν; ἀλλ̓ ἀπείρατος. τίνα οὖν ἀνακαλέσω; τίνα προσφθέγξομαι λοιπόν; ἢ ἄρα τὸ πάντων ὀνομάτων ἥδιστον, Χαρίκλειαν; ὦ Χαρίκλεια, θάρσει, πιστὸν ἔχεις τὸν ἐρώμενον: ἀπολήψῃ με μικρὸν ὕστερον. ἰδοὺ γάρ σοι χοὰς ἐπάξω τὰς ἐμαυτοῦ σφαγάς, καὶ σπείσομαι τὸ σοὶ φίλιον αἷμα τοὐμόν. ἕξει δὲ ἡμᾶς αὐτοσχέδιον μνῆμα τόδε τὸ σπήλαιον. ἐξέσται πάντως ἀλλήλοις συνεῖναι μετὰ γοῦν θάνατον, εἰ καὶ ζῶσιν ὁ δαίμων οὐκ ἐπέτρεψε.

καὶ ἅμα λέγων ἐπέβαλε τὴν χεῖρα ὡς τὸ ξίφος σπασόμενος. ὡς δὲ οὐχ εὕρισκεν, ὦ Κνήμων ἐβόησεν, ὡς σύ με ἀπολώλεκας, προσηδίκησας δὲ καὶ Χαρίκλειαν, τῆς ἡδίστης αὐτὴν κοινωνίας ἤδη δεύτερον ἀποστερήσας. καὶ ταῦτα διεξιόντος, ἐκ μυχῶν τοῦ σπηλαίου φωνῆς τις ἦχος ἐξηκούετο, Θεάγενες καλούσης. ὃ δὲ οὐδὲν ταραχθεὶς ὑπήκουσέ τε, καὶ ἥξω φιλτάτη ψυχή ἔλεγεν. εὔδηλος εἶ περὶ γῆν ἔτι φερομένη, τὸ μὲν τοιούτου σώματος, οὗ πρὸς βίαν ἐξηλάθης, ἀποστατεῖν οὐ φέρουσα, τὸ δὲ διὰ τὸ ἄταφον ἴσως ὑπὸ νερτερίων εἰδώλων εἰργομένη. κἀν τούτῳ τοῦ Κνήμωνος ἅμα δᾳσὶν ἡμμέναις ἐπιστάντος, αὖθις ὁ αὐτὸς ἦχος ἐξηκούετο, καὶ ἦν τὸ λεγόμενον Θεάγενες. ὁ δὲ Κνήμων ἀναβοήσας ὦ θεοί ἔφη, οὐ Χαρικλείας ἐστὶν ἡ φωνή; σώζεσθαί μοι δοκεῖ, Θεάγενες: ἀπὸ γὰρ τῶν ἐσχάτων, καὶ καθ̓ ὃ μέρος αὐτὴν οἶδα τοῦ ἄντρου καταλιπών, ἡ φωνή μοι βάλλει τὴν ἀκοήν. οὐ παύσῃ, ἔφη ἔφη ὁ Θεαγένης, ἀπατῶν με πολλάκις; καὶ μὴν ἀπατῶ σε καὶ ἀπατῶμαι τὸ μέρος, εἶπεν ὁ Κνήμων, εἰ Χαρίκλειαν οὖσαν

p.43
ταυτηνὶ τὴν κειμένην εὕροιμεν. καὶ ἅμα λέγων ἀνέστρεφεν ἐπ̓ ὄψιν τὴν κειμένην, καὶ ἰδών, τί τοῦτο; ἀνέκραγεν, ὦ δαίμονες τεράστιοι: Θίσβης ἡ ὄψις. ὑπέβη δὲ εἰς τοὐπίσω, καὶ τρόμῳ συσχεθεὶς ἀχανὴς εἱστήκει.

ὁ δὲ Θεαγένης ἔμπνους ἐκ τῶνδε γενόμενος, καὶ πρὸς τὸ εὔελπι τὴν γνώμην ἐπιστρέφων, ἀνεκαλεῖτό τε λιποψυχοῦντα τὸν Κνήμωνα, καὶ παρὰ τὴν Χαρίκλειαν ὡς ὅτι τάχιστα ποδηγεῖν ἱκέτευε. μικρὸν οὖν διαλιπὼν εἰς ἑαυτόν τε γενόμενος ὁ Κνήμων τὴν κειμένην αὖθις ἐπεσκοπεῖτο. ἣ δὲ ἦν ἀληθῶς ἡ Θίσβη: καὶ ξίφος τε πλησίον ἐκπεπτωκὸς ἐγνώριζεν ἀπὸ τῆς λαβῆς, ὃ παρὰ τὸν φόνον ὁ Θύαμις ὑπὸ θορύβου καὶ σπουδῆς ἐναπέλιπε τῇ σφαγῇ, καὶ δέλτον τινὰ τῶν στέρνων ὑπὸ τῇ μασχάλῃ προκύπτουσαν ἀνελόμενος ἐπειρᾶτό τι τῶν ἐγγεγραμμένων ἐπιέναι. ἀλλ̓ ὁ Θεαγένης οὐκ εἴα λιπαρῶς ἐγκείμενος, καὶ τὴν φιλτάτην λέγων κομιζώμεθα πρότερον, εἰ μή τις ἡμᾶς παίζει καὶ νυνὶ δαίμων: ταῦτα δὲ ἐξέσται καὶ μετὰ ταῦτα γινώσκειν. ἐπείθετο ὁ Κνήμων: καὶ τήν τε δέλτον ἐπικομιζόμενοι καὶ τὸ ξίφος ἀνελόμενοι παρὰ τὴν Χαρίκλειαν ἔσπευδον. ἣ δὲ χερσί τε ἅμα καὶ ποσὶν ἐπὶ τὴν αὐγὴν ἀνερπύσασα, προσδραμοῦσά τε τῷ Θεαγένει, τοῦ αὐχένος ἐξήρτητο. καὶ ἣ μὲν ἔχω σε Θεάγενες; ὃ δὲ ζῇς μοι Χαρίκλεια; πολλάκις ἔλεγον: καὶ τέλος εἰς τοὔδαφος ἀθρόον καταφέρονται, καὶ εἴχοντο ἀλλήλων, ἄναυδοι μὲν ἀλλ̓ ὥσπερ ἡνωμένοι. καὶ μικρὸν ἔδει ἀποθνήσκειν αὐτούς: οὕτως ἄρα καὶ τὸ χαρᾶς ὑπερβάλλον εἰς ἀλγεινὸν. περιέστη πολλάκις, καὶ τῆς ἡδονῆς τὸ ἄμετρον ἐπίσπαστον λύπην ἐγέννησεν. ὡς δὴ κἀκεῖνοι παῤ ἐλπίδα σωθέντες ἐκινδύνευον, ἕως ὁ Κνήμων πίδακά τινα διαμώμενος, καὶ τὴν συρρυεῖσαν κατὰ βραχὺ νοτίδα κοίλαις ταῖς χερσὶν

p.44
ὑδρευσάμενος, τὸ πρόσωπόν τε αὐτῶν ἐπέρρανε, καὶ θαμὰ τῶν ῥινῶν ἐπαφώμενος ἐπὶ τὸ φρονεῖν ἐπανήγαγεν.

οἳ δὲ ἑτέρως μὲν ἀλλήλοις ἐντυχόντες, κειμένους δὲ ἑαυτοὺς καταλαβόντες, ὀρθωθέντες ἀθρόον ἠρυθρίων τὸν Κνήμωνα, καὶ πλέον ἡ Χαρίκλεια, θεωρὸν τῶνδε γεγενημένον, καὶ νέμειν συγγνώμην ἱκέτευον. ὃ δὲ ἐπιμειδιάσας, καὶ πρὸς τὸ φαιδρότερον αὐτοὺς ἀνιείς, ταῦτα μέν, ἔφη, καὶ ἐπαίνων ἄξια κατ̓ ἐμὲ κριτὴν καὶ ἄλλον ὅστις ἔρωτι προσπαλαίσας ἡττήθη τε τὴν μάχην ἡδέως καὶ τὰ ἐκείνου σωφρόνως πέπτωκεν ἀπαραίτητα πτώματα. ἀλλ̓ ἐκεῖνα ὦ Θεάγενες οὔτε ἐπαινεῖν εἶχον, ὑπερῃσχυνόμην τε ὁρῶν ὡς ἀληθῶς, ὅτε τὴν ξένην καὶ προσήκουσαν οὐδαμόθεν γυναῖκα περιπεσὼν ἐθρήνεις ἀγεννῶς, καὶ ταῦτα περιεῖναι καὶ ζῆν σοι τὴν φιλτάτην ἐμοῦ διατεινομένου. καὶ ὁ Θεαγένης παῦε φησίν, ὦ Κνήμων, διαβάλλων με πρὸς Χαρίκλειαν, ἣν ἐθρήνουν ἐν ἀλλοτρίῳ σώματι, ταύτην εἶναι τὴν κειμένην ἡγούμενος. ἐπεὶ δὲ ἀπάτην ἐκεῖνα θεῶν τις εὖ γε ποιῶν ἔδειξεν, ὥρα σοι σαυτὸν ὑπομνῆσαι τῆς ἄγαν ἀνδρείας, ὑφ̓ ἧς ἐθρήνεις μὲν ἐμοῦ τὰ ἐμὰ πρότερος, τὴν δὲ ἀπροσδόκητον τῆς κειμένης ἐπίγνωσιν ὥσπερ ἐπὶ σκηνῆς δαίμονας ἀπεδίδρασκες, ἔνοπλος καὶ ξιφήρης τὴν γυναῖκα, νεκρὰν καὶ ταύτην, ὑποφεύγων ὁ γενναῖος καὶ Ἀττικὸς πεζομάχος.

ἐγέλασαν πρὸς ταῦτα βραχύ τι καὶ βεβιασμένον, οὐδὲ τοῦτο ἀδάκρυτον, ἀλλ̓ ὡς ἄν ἐν τοσαύτῃ τῇ συμφορᾷ, πλέον τῷ θρήνῳ κεκερασμένον. μικρὸν οὖν ἡ Χαρίκλεια διαλιποῦσα, καὶ τὴν παρειὰν ὑπὸ τὸ οὖς ἐπικνῶσα, μακαρίζω μὲν ἔφη τὴν θρηνηθεῖσαν ὑπὸ Θεαγένους, ἢ καὶ φιληθεῖσαν, ὡς φησὶ Κνήμων, ἥ τίς ποτε καὶ ἐστίν, ἀλλ̓ εἰ μή τι με δακνομένην ἔρωτι ὑπονοεῖν

p.45
μέλλετε, τίς ἄρα ἦν ἡ εὐδαίμων ἐκείνη καὶ δακρύων ἀξιωθεῖσα Θεαγενείων, καὶ τίνα τρόπον τὴν ἄγνωστον ὡς ἐμὲ φιλεῖν ἐξηπατήθης, ἐβουλόμην, εἴ πῃ γινώσκεις, μανθάνειν. καὶ ὃς θαυμάσεις μὲν ἔφη: Θίσβην δ̓ οὖν εἶναι Κνήμων ὅδε φησί, τὴν Ἀθηναίαν ἐκείνην, τὴν ψάλτριαν, τὴν τῶν εἰς αὐτὸν ἐπιβουλῶν καὶ Δημαινέτην ποιήτριαν. τῆς δὲ Χαρικλείας ἐκπεπληγμένης, καὶ πῶς ἦν εἱ̓??ʼὸς ὦ Κνήμων, εἰπούσης, τὴν ἐκ μέσης τῆς Ἑλλάδος ἐπ̓ ἐσχάτοις γῆς Αἰγύπτου καθάπερ ἐκ μηχανῆς ἀναπεμφθῆναι; πῶς δὲ καὶ ἐλάνθανεν ἡμᾶς δεῦρο κατιόντας; ταῦτα μὲν οὐκ ἔχω λέγειν, ἀπεκρίνατο πρὸς αὐτὴν ὁ Κνήμων: ἃ δ̓ οὖν ἔχω γινώσκειν ἀμφ̓ αὐτῇ, τοιάδε ἐστίν. ἐπειδὴ γὰρ ἡ Δημαινέτη μετὰ τὴν ἀπάτην εἰς. τὸν βόθρον ἑαυτὴν ἀπεκρήμνισεν, ὁ δὲ πατὴρ ἐξήγγειλε τῷ δήμῳ τὸ γεγενημένον, παρὰ μὲν τὴν πρώτην ἐτύγχανε συγγνώμης. καὶ αὐτὸς μὲν ὅπως ἂν κάθοδον ἐμοί τε λάβοι παρὰ τοῦ δήμου καὶ κατὰ ζήτησιν ἐκπλεύσειε τὴν ἐμὴν διετίθετο: ἡ δὲ Θίσβη τὴν ἀσχολίαν τὴν ἀσχολίαν τὴν ἐκείνου σχολὴν ἑαυτῆς ἐποιεῖτο, καὶ τοῖς συμποσίοις ἀδεῶς ἑαυτήν τε καὶ τὴν τέχνην ἐξεμίσθου. καί ποτε καὶ παρευδοκιμήσασα τὴν Ἀρσινόην ἀναβεβλημένον αὐλοῦσαν, ἐπίτροχον αὐτὴ ψάλλουσα καὶ γλαφυρὸν τῇ κιθάρᾳ προσᾴδουσα, ἔλαθεν ἑταιρικὴν ζηλοτυπίαν σὺν πολλῷ καθ̓ ἑαυτῆς κινήσασα τῷ φθόνῳ, καὶ πλέον ὅτε τις αὐτὴν Ναυκρατίτης ἔμπορος ὑπόχρυσος, ὄνομα Ναυσικλῆς, ἐνηγκαλίζετο, τὴν Ἀρσινόην, καὶ ταῦτα πρότερον γινωσκομένην γινωσκομένην αὐτῷ, παραγκωνισάμενος, ἐπειδὴ κυρτουμένην αὐτῇ τὴν παρειὰν ἐν τοῖς αὐλήμασιν εἶδε, καὶ πρὸς τὸ βίαιον τῶν φυσημάτων ἀπρεπέστερον ἐπὶ τὰς ῥῖνας ἀνισταμένην, τό τε ὄμμα πιμπράμενον καὶ τῆς οἰκείας ἕδρας ἐξωθούμενον.

ὑφ̓ ὧν οἰδουμένη τῷ χόλῳ καὶ ζήλῳ πυρακτουμένη,

p.46
τοῖς οἰκείοις τῆς Δημαινέτης προσιοῦσα τὴν κατ̓ αὐτῆς ἐπιβουλὴν ὑπὸ τῆς Θίσβης ἐξηγόρευσε, τὰ μὲν αὐτὴ καθ̓ αὑτὴν ὑποτοπήσασα, τὰ δὲ καὶ τῆς Θίσβης αὐτῇ παρὰ τὴν ἑταιρίαν ἐξειπούσης. συστάντες οὖν ἐπὶ τὸν πατέρα τὸν ἐμὸν οἱ κατὰ γένος τῇ Δημαινέτῃ προσήκοντες, καὶ τοὺς δεινοτάτους τῶν ῥητόρων πρὸς τὴν κατηγορίαν ἐπὶ πολλοῖς χρήμασιν ἀναβιβασάμενοι, ἄκριτον καὶ ἀνέλεγκτον ἀνηρῆσθαι τὴν Διμαινέτην ἐβόων, καὶ τὴν μοιχείαν προκάλυμμα τοῦ φόνου συγκεῖσθαι διεξῄεσαν, καὶ ἐπιδεικνύναι τὸν μοιχὸν ἢ ζῶντα ἢ τεθνηκότα ἠξίουν, ἢ καὶ τοὔνομα φράζειν μόνον ἐκέλευον: καὶ τέλος τὴν Θίσβην εἰς βασάνους ἐξῄτουν. ὡς δὲ ὑποσχόμενος ὁ πατὴρ οὐκ εἶχε παραδιδόναι προϊδομένης ταῦτα ἐκείνης, ἔτι τῆς δίκης συνισταμένης, καὶ ʽοὕτω συγκείμενον αὐτῇ πρὸς τὸν ἔμπορον̓ δρασμῷ χρησαμένης, ὁ δῆμος ἀγανακτήσας φονέα μὲν οὐκ ἔκρινεν, ἅπαντα ὡς ἔσχεν ὑποθέμενον, ὡς δὲ συναίτιον τῆς τε εἰς Δημαινέτην ἐπιβουλῆς καὶ τῆς ἐμῆς ἀδίκου φυγῆς τοῦ τε ἄστεος ἐδίωξε καὶ δημεύσει τῶν ὄντων ἐζημίωσε, τοιαύτης τῶν δευτέρων γάμων τῆς πείρας ἀπονάμενον. οὕτω μὲν ἡ κακίστη Θίσβη καὶ δίκας ὑπ̓ ὄψεσι νυνὶ ταῖς ἐμαῖς ὑποσχοῦσα τῶν Ἀθηνῶν ἐξέπλευσε. καὶ ταῦτα μόνον ἔχω γινώσκειν, Ἀντικλέους τινὸς κατὰ τὴν Αἴγιναν ἐξαγγείλαντος, ᾧ καὶ δεῦρο εἰς τὴν Αἴγυπτον συνέπλευσα, εἴ πῃ κατὰ τὴν Ναύκρατιν ἀνεύροιμι τὴν Θίσβην, καὶ εἰς τὰς Ἀθήνας ἐπαναγαγὼν λύσαιμι μὲν τὰς κατὰ τοῦ πατρὸς ὑπονοίας τε καὶ αἰτίας, ἀπαιτήσαιμι δὲ τῶν εἰς πάντας ἡμᾶς ἐπιβουλῶν τὰς δίκας, ἔνθα δὴ νυνὶ καὶ σὺν ὑμῖν ἐξετάζομαι. τὴν δὲ αἰτίαν, καὶ ὅπως, καὶ ὅσα τοὺς μεταξὺ χρόνους ὑποστάς, εἰσαῦθις ἀκούσεσθε. τὸ δὲ ὅπως ἡ Θίσβη κατὰ τὸ ἄντρον καὶ πρὸς τίνων ἀνῄρηται, θεοῦ τινὸς
p.47