Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ἂν ἴσως δεήσειε φράζοντος. ἀλλ̓ εἰ δοκεῖ, τὴν δέλτον, ἣν πρὸς τοῖς στέρνοις αὐτῆς εὑρήκαμεν, ἐπισκοπῶμεν: εἰκός τι πλέον ἐντεῦθεν ἡμᾶς ἐκμαθεῖν.

ἐδόκει ταῦτα, καὶ διανοίξας ἐπήρχετο: καὶ ἦν τὰ γεγραμμένα τοιάδε.

Κνήμωνι τῷ ʽ??ʼεσπότῃ ἡ πολεμία καὶ ἐπαμύνασα Θίσβη. πρῶτα μὲν εὐαγγελίζομαί σε τὴν Δημαινέτης τελευτήν, δἰ ἐμοῦ μὲν ὑπὲρ σοῦ γενομένην, τὸ δὲ ὅπως, εἴ με προσδέξαιο, παροῦσα διηγήσομαι. ἔπειτα φράζω κατὰ τήνδε με νυνὶ εἶναι τὴν νῆσον δεκάτην ἤδη ταύτην ἡμέραν, πρός τινος τῶν τῇδε λῃστῶν ἁλοῦσαν, ὃς καὶ ὑπασπιστὴς εἶναι τοῦ λῃστάρχου θρύπτεται, κἀμὲ κατακλείσας ἔχει, μηδὲ ὅσον προκύψαι τῶν θυρῶν ἐπιτρέπων, ὡς μὲν αὐτός φησι, διὰ φιλίαν τὴν περὶ ἐμὲ ταύτην ἐπιθεὶς τὴν τιμωρίαν, ὡς δὲ ἔχω συμβάλλειν, ἀφαιρεθῆναί με πρός τινος δεδιώς. ἀλλ̓ ἐγώ σε θεῶν τινὸς ἐνδόντος καὶ εἶδον ὦ δέσποτα παριόντα καὶ ἐγνώρισα, καὶ τήνδε σοι τὴν δέλτον διὰ τῆς συνοίκου πρεσβύτιδος λάθρᾳ διεπεμψάμην, τῷ καλῷ καὶ Ἕλληνι καὶ φίλῳ τοῦ ἄρχοντος ἐγχειρίζειν φράσασα. ἐξελοῦ δή με χειρῶν λῃστρικῶν, καὶ ὑπόδεξαι τὴν σαυτοῦ θεραπαινίδα. καὶ εἰ μὲν βούλει, σῶζε, μαθὼν ὡς ἃ μὲν ἀδικεῖν ἔδοξα, βιασθεῖσα, ἃ δὲ τετιμώρημαι τὴν σοὶ πολεμίαν, ἑκοῦσα διεπραξάμην: εἰ δὲ ἔχει σέ τις ἀμετάκλητος ὀργή, κέχρησο ταύτῃ κατ̓ ἐμοῦ πρὸς ὃ βούλει. μόνον ὑπὸ σὲ γενοίμην, εἰ καὶ τεθνάναι δέοι: βέλτιον γὰρ ὑπὸ χειρῶν ἀνῃρῆσθαι τῶν σῶν καὶ κηδείας μεταλαβεῖν Ἑλληνικῆς, ἢ θανάτου βαρυτέραν ζωὴν καὶ φίλτρον βαρβαρικὸν ἔχθρας ἀνιαρότερον τῆς Ἀττικῆς ἀνέχεσθαι.

τοιαῦτα μὲν ἡ Θίσβη καὶ ἡ δέλτος ἔφραζεν: ὁ δὲ Κνήμων ὦ Θίσβη ἔφη, σὺ μὲν καλῶς ποιοῦσα τέθνηκας, καὶ γέγονας ἡμῖν αὐτάγγελος τῶν ἑαυτῆς συμφορῶν, ἐξ αὐτῶν ἐγχειρίσασα τῶν σῶν σφαγῶν τὴν διήγησιν. οὕτως ἄρα τιμωρὸς ἐρινὺς γῆν ἐπὶ πᾶσαν, ὡς ἔοικεν, ἐλαύνουσά σε, οὐ πρότερον ἔστησε τὴν ἔνδικον μάστιγα πρὶν καὶ ἐν Αἰγύπτῳ με τυγχάνοντα τὸν ἠδικἡ??ʼένον θεατὴν ἐπιστῆσαι τῆς κατὰ σοῦ ποινῆς. ἀλλὰ ʽ??ʼ ἦν ἄρα ὃ καὶ πάλιν σε κατ̓ ἐμοῦ τεχναζομένην καὶ

p.48
σοφιστεύουσαν διὰ τοῦ γράμματος ἡ δίκη προαφείλετο τῶν ἐγχειρημάτων; ὡς κἀγώ σε καὶ κειμένην ἔχω δἰ ὑποψίας, καὶ σφόδρα δέδοικα μὴ καὶ πλάσμα ἐστὶν ἡ Δημαινέτης τελευτή, κἀμὲ μὲν ἠπάτησαν οἱ ἐξαγγείλαντες, σὺ δὲ καὶ διαπόντιος ἥκεις ἑτέραν καθ̓ ἡμῶν σκηνὴν Ἀττικὴν καὶ ἐν Αἰγύπτῳ τραγῳδήσουσα. οὐ παύσῃ, ἔφη ὁ Θεαγένης, ἄγαν ἀνδριζόμενος, εἴδωλά τε καὶ σκιὰς εὐλαβούμενος; οὐ γὰρ δὴ κἀμέ γε καὶ τὴν ἐμὴν ὄψιν εἴποις ἂν ὡς ἐγοήτευσεν, οὐδὲν κοινωνοῦντα τοῦ δράματος. ἀλλ̓ ἣ μὲν κεῖται σῶμα νεκρὸν ὡς ἀληθῶς, καὶ τούτου γε ἕνεκα θάρσει παντοίως ὦ Κνήμων: τίς δὲ ἄρα ποτέ ἐστιν ὁ σὸς εὐεργέτης ὁ ταύτην ἀνῃρηκώς, ἢ πῶς δεῦρο καθειμένην ἢ πότε, σφόδρα διαπορῶν ἐκπέπληγμαι. τὰ μὲν ἄλλα οὐκ ἔχω λέγειν, ἔφη ὁ Κνήμων, ὁ δὲ ἀνῃρηκὼς ἐπίπαν ἐστὶ Θύαμις, εἰ δεῖ τῷ ξίφει τεκμαίρεσθαι, ὃ παρὰ τὴν σφαγὴν εὑρήκαμεν: ἐκείνου γὰρ εἶναι γνωρίζω, καὶ τὸ ἐπίσημον τουτὶ τῆς λαβῆς ἐλέφας εἰς ἀετὸν ἐκτετόρνευται. ἆῤ οὖν εἴποις ἄν, φησὶν ὁ Θεαγένης, καὶ ὅπως καὶ πότε καὶ δἰ ἣν αἰτίαν ἔδρα τὸν φόνον; καὶ πῶς ταῦτα ἄν εἰδείην; ἀπεκρίνατο: οὐ γὰρ δὴ μαντικόν με τόδε τὸ σπήλαιον ἀνέδειξε, καθάπερ τὸ ἄδυτον τὸ Πυθοῖ, καὶ ἐν Τροφωνίου λόγος θεοφωνεῖν τοὺς ὑπελθόντας. ἀνῴμωξαν ἀθρόον ὁ Θεαγένης καὶ ἡ Χαρίκλεια, καὶ ὦ Πυθοῖ καὶ Δελφοί θρηνοῦντες ἐβόων. ὁ δὲ Κνήμων ἐκπέπληκτο, καὶ ὅ τι πεπόνθοιεν πρὸς τὸ ὄνομα τῆς Πυθοῦς οὐκ εἶχε συμβάλλειν.

καὶ οἳ μὲν ἐν τούτοις ἦσαν, ὁ δὲ Θέρμουθις ὁ τοῦ Θυάμιδος ὑπασπιστής, ἐπειδὴ κατὰ τὴν μάχην τρωθεὶς ἀπενήξατο πρὸς τὴν γῆν, νυκτὸς ἐπιγενομένης πορθμείῳ φερομένῳ κατὰ τὸ ἕλος ἐκ τῶν ναυαγίων ἐπιτυχών, ἑαυτόν τε ἐνθέμενος, ἐπὶ τὴν νῆσον καὶ παρὰ τὴν

p.49
Θίσβην ἔσπευδε. ταύτην ὀλίγων πρόσθεν ἡμερῶν ἀγομένην ὑπὸ τοῦ ἐμπόρου τοῦ Ναυσικλέους κατά τινα στενὴν τῆς ὑπωρείας ὁδὸν λοχήσας ὁ Θέρμουθις ἀφῄρητο: παρὰ δὲ τὸν τοῦ πολέμου θόρυβον καὶ τὴν τῶν ἐναντίων ἔφοδον, ὅτε αὐτὸν οἴσοντα τὸ ἱερεῖον ἀπέστελλεν ὁ Θύαμις, ἔξω βελῶν ποιούμενος καὶ περισώζειν ἑαυτῷ βουλόμενος, ἔλαθεν εἰς τὸ σπήλαιον καθεὶς καὶ πρὸς τὸν τάραχον καὶ τὴν σπουδὴν αὐτοῦ που περὶ τὸ στόμιον καταλιπών. ἔνθα, ὡς ἐνεβλήθη κατὰ τὴν πρώτην, ἐγκαταμείνασαν δέει τε τῶν παρόντων φόβων καὶ ἀγνοίᾳ τῶν πρὸς τὰ βάθη φερουσῶν ἀτραπῶν, ἐντυχὼν ὁ Θύαμις ὡς Χαρίκλειαν ἀνῄρει τὴν Θίσβην. παρὰ δὴ ταύτην, ὡς διαδράσας τὸν ἐκ τοῦ πολέμου κίνδυνον, ὁ Θέρμουθις ἐπειγόμενος, ἐπειδὴ τῇ νήσῳ προσέσχεν, ὡς εἶχε τάχους, ἐπὶ τὰς σκηνὰς ἀνέτρεχε. καὶ αἳ μὲν ἦσαν οὐδὲν ἔτι πλὴν ὅτι τέφρα, τὸ δὲ στόμιον ἀπὸ τοῦ λίθου χαλεπῶς ἀνευρών, καλάμους τε, εἴ πῄ τινες ἔτι σμυχόμενοι περιελείφθησαν, ἁψάμενος, κατέθεεν ὡς εἶχε σπουδῆς, ὀνομαστί τε Θίσβην ἐκάλει, μέχρι τοῦ ὀνόματος ἑλληνίζων. ὡς δὲ εἶδε κειμένην, ἐπὶ πολὺ μὲν ἀχανὴς εἱστήκει: τέλος δὲ θροῦν τινὰ καὶ βόμβον αἰσθόμενος ἐκ τῶν κοίλων τοῦ σπηλαίου φερόμενον ʽδιελέγοντο γὰρ ἔτι πρὸς ἑαυτοὺς Θεαγένης τε καὶ Κνήμων̓ τούτους ἐκείνους εἶναι τοὺς σφαγέας τῆς Θίσβης εἴκαζε, καὶ ἀμηχάνως εἶχεν ὅ τι καὶ δράσειεν, ὑπὸ μὲν θυμοῦ λῃστρικοῦ καὶ βαρβαρικῆς ὀργῆς, πλέον τότε δἰ ἐρωτικὴν ἀποτυχίαν ἐπιτεινομένης, ὁμόσε χωρεῖν αὐτόθι τοῖς νομιζομένοις αἰτίοις ἐπειγόμενος, ἀπορίᾳ δὲ ὅπλων καὶ ξίφους ἄκων πρὸς ἐγκράτειαν καταστελλόμενος.

ἐδόκει δὲ αὐτῷ βέλτιστον εἶναι μὴ ὡς πολέμιον ἐντυγχάνειν τὴν πρώτην, εἰ δὲ εὐπορήσειεν ἀμυντηρίου,

p.50
μετιέναι τοὺς πολεμίους. καὶ οὕτω κρίνας ἐφίσταται τοῖς ἀμφὶ τὸν Θεαγένην, ἄγριόν τε καὶ τραχὺ περισκοπῶν, καὶ τὸ κρυπτόμενον βούλημα τῆς ψυχῆς τῷ βλέμματι καταμηνύων. οἳ δὲ ὡς εἶδον ἄνδρα γυμνὸν ἀπροσδόκητον τραυματίαν, φονῶντα τὴν ὄψιν, ἡ μὲν Χαρίκλεια καὶ πρὸς τὰ κοιλότερα τοῦ σπηλαίου κατεδύετο, τάχα μὲν καὶ εὐλαβηθεῖσα, πλέον δὲ ἄρα καταισχυνθεῖσα τὴν γυμνὴν καὶ οὐκ εὐσχήμονα τοῦ φανέντος ὄψιν, ὁ δὲ Κνήμων ἠρέμα καὶ ὑπεδίδρασκε, γνωρίζων μὲν τὸν Θέρμουθιν, ὁρῶν δὲ παῤ ἐλπίδα, καί τι τῶν ἀτοπωτέρων αὐτὸν ἐγχειρήσειν προσδοκῶν. ἀλλὰ τὸν Θεαγένην οὐ κατέπληττεν ἡ θέα μᾶλλον ἢ παρώξυνε: καὶ τό τε ξίφος ἐπανετείνετο ὡς πατάξων εἴ τι παράλογον ἐγχειροίη, καὶ στῆθι ἔλεγεν οὗτος, ἢ βεβλήσῃ. βέβλησαι δὲ οὐδέπω, διότι σε καὶ κατὰ μικρὸν ἐγνώρισα, καὶ τέως ἀμφίβολος ἥκεις τὴν γνώμην. ἐδεῖτο ὑποπεσὼν ὁ Θέρμουθις, ἱκέτης ἐκ τοῦ καιροῦ μᾶλλον ἢ τοῦ τρόπου γινόμενος, καὶ τὸν Κνήμωνα πρὸς ἐπικουρίαν ἐπεκαλεῖτο, καὶ σώζεσθαι δίκαιος εἶναι πρὸς αὐτὸν ἔλεγεν, ἀδικεῖν τε οὐδὲν καὶ τῶν φιλίων εἰς τὴν παρελθοῦσαν ἡμέραν γεγενῆσθαι καὶ παρὰ φίλους ἥκειν διατεινόμενος.

ἐπεκλᾶτο πρὸς ταῦτα ὁ Κνήμων, καὶ προσελθὼν ἀνέστησέ τε τῶν γονάτων ἐχόμενον τοῦ Θεαγένους, καὶ ποῦ Θύαμις ἐπυνθάνετο συνεχῶς. ὃ δὲ πάντα ἔλεγεν, ὡς συνέρραξε τοῖς πολεμίοις, ὡς ἐμβαλὼν εἰς μέσους ἐμάχετο οὔτε ἐκείνων οὔτε ἑαυτοῦ φειδόμενος, ὡς ἀνῄρει μὲν ἀεὶ τὸν ὑπὸ χεῖρας γινόμενον, ἐδορυφορεῖτο δὲ αὐτὸς ἀπὸ κηρύγματος πάντα τινὰ Θυάμιδος φείδεσθαι παρεγγυῶντος: καὶ τέλος ὡς ἐκεῖνος μὲν ὅ τι καὶ γέγονεν οὐκ ἔχοι λέγειν, αὐτὸς δὲ τραυματίας ἀπενήξατο πρὸς τὴν γῆν, καὶ τὸ παρὸν κατὰ ζήτησιν ἥκοι τῆς Θίσβης

p.51
ἐπὶ τὸ σπήλαιον. οἳ δέ, τί διαφέρουσαν αὐτῷ ἢ πόθεν γενομένην ἐπιζητοίη Θίσβην, ἠρώτων. ἔλεγε καὶ ταῦτα ὁ Θέρμουθις, καὶ διηγεῖτο ὡς ἐμπόρων ἀφέλοιτο, ὡς ἠράσθη μανικῶς, καὶ τὸν μὲν ἄλλον ἔκρυπτεν ἔχων χρόνον, παρὰ δὲ τὴν ἔφοδον τῶν πολεμίων καθῆκεν εἰς τὸ σπήλαιον, καὶ νῦν εὑρίσκει πρὸς τινῶν ἀνῃρημένην, οὓς οὐκ ἔχει μὲν γινώσκειν, μάθοι δ̓ ἂν ἡδέως ὑπὲρ τοῦ γνῶναι καὶ τὴν αἰτίαν. καὶ ὁ Κνήμων ἄγαν ἐσπουδασμένως, Θύαμίς ἐστιν ὁ σφαγεύς, ἔλεγεν, ἀπολύσασθαι τῆς ὑποψίας ἑαυτὸν ἐπειγόμενος, καὶ μαρτύριον ἐπεδείκνυ τὸ ξίφος, ὃ παρὰ τὴν σφαγὴν εὑρήκεσαν. ὡς δὲ εἶδεν ὁ Θέρμουθις ἔτι τοῦ αἵματος ἀποστάζον καὶ τὸν πρὸ ὀλίγου φόνον θερμὸν ἔτι τὸν σίδηρον ἀποπτύοντα, ἐγνώρισέ τε εἶναι Θυάμιδος, βαθύ τι καὶ βύθιον στενάξας, καὶ τὸ γεγονὸς ὅπως εἶχεν ἀμηχανῶν, ἀχλύι καὶ σιγῇ κάτοχος ἐπὶ τὸ στόμιον ἀνεδύετο τοῦ σπηλαίου, καὶ παρὰ τὸ σῶμα τῆς κειμένης ἥκων, ἐπιθείς τε τοῖς στέρνοις τὴν κεφαλήν, ὦ Θίσβη ἔλεγε, καὶ τοῦτο πολλάκις, καὶ πλέον οὐδέν, ἕως τὸ ὄνομα κατὰ μέρος ἀποτέμνων καὶ κατὰ μικρὸν ἐκλείπων ἔλαθεν εἰς ὕπνον ἐμπεσών.

τῷ δὲ Θεαγένει καὶ τῇ Χαρικλείᾳ συνάμα τῷ Κνήμωνι πάντων ἔννοια τῶν καθ̓ ἑαυτοὺς ἀθρόον ἐπεισῄει, καὶ σκοπεῖν μέν τι βουλομένοις ἐῴκεσαν, τῶν δὲ παρελθόντων ἀλγεινῶν τὸ πλῆθος καὶ τῶν παρουσῶν συμφορῶν τὸ ἄπορον καὶ τῶν προσδοκωμένων τὸ ἄδηλον ἐζόφου τῆς ψυχῆς τὸ λογιζόμενον. εἰς ἀλλήλους δὲ ἐπὶ πλεῖστον ἑώρων, καὶ ἕκαστος τὸν ἕτερον εἰπεῖν τι προσδοκῶν, εἶτα ἀποτυγχάνων εἰς γῆν τὸ βλέμμα ἐπέστρεφε, καὶ ἀνανεύσας αὖθις ἀνέπνευσε, στεναγμῷ τὸ πάθος ἐπικουφίσας. καὶ τέλος κλίνει μὲν ἑαυτὸν εἰς τὴν γῆν ὁ Κνήμων, ὀκλάζει δὲ ἐπὶ πέτραν ὁ Θεαγένης,

p.52
ῥιπτεῖ δὲ ἐπὶ τοῦτον ἑαυτὴν ἡ Χαρίκλεια. καὶ τὸν ὕπνον ἐπὶ πολὺ μὲν ἐπιφερόμενον διωθοῦντο, βουλήν τινα στήσασθαι τῶν παρόντων ἐπιθυμοῦντες, λιποθυμίᾳ δὲ καὶ πόνοις ἐνδόντες φύσεως νόμῳ καὶ ἄκοντες ἐπείθοντο, καὶ πρὸς ἡδὺ κῶμα διὰ τὸ ὑπερβάλλον τῆς λύπης ὠλίσθησαν. οὕτως ἄρα ποτὲ σώματος πάθει καὶ τὸ νοερὸν τῆς ψυχῆς συνομολογεῖν ἠνέσχετο.

ἐπεὶ δὲ μικρὸν ἐσπάσαντο ὕπνου, καὶ τοσοῦτον ὅσον τὰ ἄκρα τῶν βλεφάρων ἐπιλεᾶναι, τῇ Χαρικλείᾳ τῇδε ξυγκειμένῃ ὄναρ ἐφοίτησεν. ἀνὴρ τὴν κόμην αὐχμηρὸς καὶ τὸ βλέμμα ὑποκαθειμένος καὶ τὴν χεῖρα ἔναιμος, ἐμβαλὼν τὸ ξίφος, τὸν ὀφθαλμὸν αὐτῇ τὸν δεξιὸν ἐξῄρητο: ἣ δὲ ἀνέκραγέ τε αὐτίκα, καί οἱ τὸν ὀφθαλμὸν ἀνηρπάσθαι λέγουσα τὸν Θεαγένην ἐκάλει. καὶ ὃ μὲν παρῆν αὐτίκα πρὸς τὴν κλῆσιν, καὶ τὸ πάθος ὑπερήλγει καθάπερ καὶ τῶν ἐνυπνίων συναισθανόμενος: ἣ δὲ τῷ τε προσώπῳ τὴν χεῖρα ἐπέβαλε, καὶ τὸ μέρος ὃ κατὰ τὸ ὄναρ ἀπώλεσεν ἐπαφωμένη πάντοθεν ἐπεζήτει. ὡς δὲ ὄναρ ἦν, ὄναρ ἦν ἔλεγεν: ἔχω τὸν ὀφθαλμόν: θάρσει Θεάγενες. ἀνέπνευσε πρὸς τὴν ἀκοὴν ὁ Θεαγένης, καὶ εὖ μὲν ποιοῦσα, ἔφη, τὰς ἡλιακὰς ἀκτῖνας ἀποσώζεις: τί δὲ ἦν ὅ μοι πέπονθας, ἢ τίς ἡ περὶ σὲ πτοία γέγονεν; ἀνὴρ ὑβριστής, ἔφη, καὶ ἀτάσθαλος, καὶ οὐδὲ τὴν σὴν ἄμαχον καταδείσας ῥώμην, κειμένῃ μοι πρὸς τοῖς σοῖς γόνασιν ἐπεκώμασε ξιφήρης, καὶ τὸν ὀφθαλμὸν ᾤμην ὡς ἐξεῖλε τὸν δεξιόν: καὶ εἴθε γε ὕπαρ ἦν, καὶ μὴ ὄναρ ὦ Θεάγενες τὸ φανέν. τοῦ δὲ εὐφήμησον εἰπόντος, καὶ διότι τοῦτο λέγοι πυνθανομένου, διότι βέλτιον ἦν, ἔφη, θατέρου με τῶν ὀφθαλμῶν ἐλαττωθῆναι ἤπερ ἐπὶ σοὶ φροντίζειν. ὡς σφόδρα δέδοικα μὴ εἰς σὲ τείνῃ τὸ ἐνύπνιον, ὃν ὀφθαλμὸν ἐγὼ καὶ ψυχὴν καὶ πάντα ἐμαυτῆς πεποίημαι. παῦσαι, ἔλεγεν ὁ Κνήμων: ἐπηκροᾶτο γὰρ

p.53
ἁπάντων πρὸς τὴν ἐξ ἀρχῆς βοὴν τῆς Χαρικλείας ἀφυπνισμένος: ἐμοὶ γὰρ ἄλλῃ πῃ φράζεσθαι τὸ ὄναρ καταφαίνεται. καὶ εἴγε σοι πατέρες εἰσίν, ἀπόκριναι. τῆς δὲ ὁμολογούσης καὶ εἴ ποτε ἦσαν εἰπούσης, οὐκοῦν τὸν πατέρα σοι τεθνηκέναι νόμιζε ἔλεγε. τοῦτο δὲ ὧδε συμβάλλω. τοῦ προελθεῖν εἰς τὸν τῇδε βίον καὶ τοῦδε τοῦ φωτὸς μεταλαβεῖν τοὺς φύντας ἴσμεν αἰτίους, ὥστε εἰκότως ἐπὶ πατέρα καὶ μητέρα τὴν ὀμμάτων συζυγίαν, ὡς ἂν φωτεινὴν αἴσθησιν καὶ ὁρατῶν ὑπουργόν, οἱ ὄνειροι σοφίζονται. βαρὺ μέν, ἔφη, καὶ τοῦτο, ἡ Χαρίκλεια: πλὴν ἀλλ̓ ἔστω γε ἀληθὲς μᾶλλον ἢ τὸ ἕτερον, καὶ νικήσειεν ὁ παρὰ σοὶ τρίπους, ἐγὼ δὲ ψευδόμαντις ἀποφανθείην. ταῦτα μὲν οὕτως ἔσται, καὶ χρὴ πιστεύειν, ἔλεγεν ὁ Κνήμων: ἡμεῖς δὲ ὀνειρώττειν ὡς ἀληθῶς ἐοίκαμεν, ἐνύπνια μὲν καὶ φαντασίας ἐξετάζοντες, τῶν δὲ καθ̓ ἑαυτοὺς περίσκεψιν οὐδ̓ ἡντιναοῦν προτιθέντες, καὶ ταῦτα ἕως ἔξεστι, τοῦ Αἰγυπτίου τούτου ʽἔλεγε δὲ τὸν Θέρμουθιν̓ ἀπολειπομένου καὶ νεκροὺς ἔρωτας ἀναπλάττοντος καὶ θρηνοῦντος.