Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

εἴργαστο δὲ ὧδέ πως. στόμιον ἦν αὐτῷ στενόπορόν τε καὶ ζοφῶδες, οἰκήματος κρυφίου θύραις ὑποκείμενον, ὡς τὸν οὐδὸν θύραν ἄλλην τῇ καθόδῳ γίνεσθαι ὡς πρὸς τὴν χρείαν. ἐνέπιπτέ τε αὐτῇ ῥᾳδίως καὶ ἀνεπτύσσετο: τὸ δὲ αὐτόθεν εἰς αὐλῶνας σκολιοὺς ἀτάκτως σχιζόμενον. οἱ γὰρ ἐπὶ τοὺς μυχοὺς πόροι καὶ αὔλακες, πῇ μὲν ἕκαστος ἰδίᾳ τεχνικῶς πλανώμενοι, πῇ δὲ ἀλλήλοις ἐμπίπτοντες καὶ ῥιζηδὸν πλεκόμενοι, πρὸς μίαν εὐρυχωρίαν τὴν ἐπὶ τὸν πυθμένα συρρέοντες ἀνεστομοῦντο, καθ̓ ὃ καὶ φέγγος ἀμυδρὸν ἔκ τινος διατρήσεως πρὸς ἄκροις τῆς λίμνης ἐνέπιπτεν.

ἐνταῦθα ὡς καθῆκε τὴν Χαρίκλειαν ὁ Κνήμων, καὶ πρὸς τὸ ἔσχατον τοῦ ἄντρου διεβίβασε τῇ πείρᾳ χειραγωγήσας,

p.34
πολλὰ καὶ ἐπιθαρσύνας, καὶ ὡς εἰς ἑσπέραν ἅμα τῷ Θεαγένει φοιτήσει κατεπαγγειλάμενος ʽοὐ γὰρ ἐπιτρέψειν αὐτῷ συμπλακῆναι τοῖς πολεμίοις, ἀλλὰ διαδρᾶναί οἱ τὴν μάχην̓, οὐδὲν φθεγξαμένην ἀλλ̓ ὥσπερ θανάτῳ τῷ κακῷ βεβλημένην καὶ ὥσπερ ψυχῆς τοῦ Θεαγένους ἀφῃρημένην, ἄπνουν καὶ σιγῶσαν ἀπολιπὼν ἀνεδύετο τοῦ σπηλαίου: καὶ τὸν οὐδὸν ἐπαγαγών, καί τι καὶ ἐπιδακρύσας, αὑτόν τε τῆς ἀνάγκης κἀκείνην τῆς τύχης, ὅτι μόνον οὐχὶ ζῶσαν εἴη καταθάψας καὶ τὸ φαιδρότατον τῶν ἐν ἀνθρώποις Χαρίκλειαν νυκτὶ καὶ ζόφῳ παραδεδωκώς, ἀπέτρεχεν ὡς τὸν Θύαμιν. καὶ καταλαμβάνει ζέοντα πρὸς τὴν μάχην, καὶ αὐτόν τε ἅμα τῷ Θεαγένει λαμπρῶς ἐξωπλισμένον, καὶ τοὺς ἤδη παῤ αὐτὸν συνειλεγμένους πρὸς τὸ μανικώτερον τῷ λόγῳ παρασκευάζοντα. στὰς γὰρ εἰς μέσους ἔλεγε

συστρατιῶται, προτρέπειν μὲν ὑμᾶς οὐκ οἶδ̓ ὅ τι δεῖ διὰ πλειόνων, αὐτούς τε ὑπομνήσεως οὐδὲν δεομένους, ἀλλὰ βίον ἀεὶ τὸν πόλεμον ἡγουμένους, καὶ ἄλλως τῆς ἀπροσδοκήτου τῶν ἐναντίων ἐφόδου τὸ παρέλκον τῶν λόγων ὑποτεμνομένης: ὧν γὰρ ἐν ἔργοις οἱ πολέμιοι, τούτους μὴ διὰ τῶν ὁμοίων σὺν τάχει τὴν ἄμυναν ἐπάγειν παντάπασίν ἐστι τοῦ προσήκοντος ὑστερούντων. εἰδότες οὖν ὡς οὐχ ὑπὲρ γυναικῶν ἐστὶ καὶ παίδων ὁ λόγος, ὃ δὴ πολλοῖς εἰς τὸ παροξῦναι καὶ μόνον πρὸς μάχην ἤρκεσε ʽταυτὶ γὰρ ἡμῖν ἐλάττονος λόγου, καὶ τοσαῦτα ἔχειν ἐξέσται ὅσα καὶ νικᾶν περιγίνεταἰ, ἀλλ̓ ὑπὲρ αὐτοῦ τοῦ εἶναι καὶ ψυχῶν τῶν ἡμετέρων ʽοὐ γὰρ ἐπὶ ῥητοῖς ποτὲ λῃστρικὸς ἔληξε πόλεμος, οὐδὲ ἔνσπονδον ἔσχε τὴν τελευτήν, ἀλλ̓ ἢ περιεῖναι κρατοῦντας ἢ τεθνάναι ἁλόντας ἀναγκαῖον̓, οὕτω τοῖς ἐχθίστοις ψυχήν τε ἅμα καὶ σῶμα τεθηγμένοι συμπίπτωμεν.

p.35

ταῦτα εἰπὼν τὸν ὑπασπιστὴν περιεσκόπει, καὶ ὀνομαστὶ Θέρμουθιν ἐκάλει πολλάκις: ὡς δὲ ἦν οὐδαμοῦ, πολλὰ διαπειλήσας ἐπὶ τὴν πορθμίδα δρομαῖος ἔσπευδεν. ὁ γὰρ πόλεμος ἤδη συνερράγη, καὶ παρῆν ὁρᾶν καὶ πόρρωθεν τοὺς τὰ ἔσχατα κατὰ τὰς εἰσβολὰς τῆς λίμνης οἰκοῦντας ἁλισκομένους. οἱ γὰρ ἐπεληλυθότες τῶν ὑποπιπτόντων ἢ καὶ φυγῇ χρωμένων τὰ σκάφη καὶ τὰς καλύβας ἐνεπίμπρασαν: ὑφ̓ ὧν τῆς φλογὸς ἐπὶ τὸ πλησίον ἕλος διαρριπιζομένης καὶ τὸν πολὺν κατ̓ αὐτὸ κάλαμον σωρηδὸν νεμομένης ἄφραστόν τι καὶ ἀφόρητον ἐπὶ τοὺς ὀφθαλμοὺς σέλας ἔμπυρον, ἐπὶ δὲ τὴν ἀκοὴν ἠχὴ κατάκροτος ἐπεφέρετο. καὶ πολέμου πᾶν εἶδος καὶ ἐνηργεῖτο καὶ ἐξηκούετο, τῶν μὲν ἐγχωρίων προθυμίᾳ καὶ ῥώμῃ πάσῃ τὴν μάχην ὑφισταμένων, τῶν δὲ τῷ τε πλήθει καὶ τῆς ἐφόδου τῷ ἀπροσδοκήτῳ πλεῖστον ὑπερφερόντων, καὶ τοὺς μὲν ἐπὶ γῆς ἀναιρούντων, τοὺς δὲ εἰς τὴν λίμνην αὐτοῖς σκάφεσι καὶ αὐτοῖς οἰκήμασι βαπτιζόντων. ὑφ̓ ὧν ἁπάντων δοῦπός τις πρὸς τὸν ἀέρα συμμιγὴς ᾔρετο, πεζομαχούντων ὁμοῦ καὶ ναυμαχούντων, ὀλλύντων τε καὶ ὀλλυμένων, αἵματι τὴν λίμνην φοινιττόντων, πυρὶ δὲ καὶ ὕδατι συμπλεκομένων. ἅπερ ὡς εἶδέ τε καὶ ἤκουσεν ὁ Θύαμις, ἐνθύμιον αὐτῷ τὸ ὄναρ γίνεται, καθ̓ ὃ τὴν Ἶσιν ἑώρα καὶ τὸν νεὼν ἅπαντα λαμπάδων καὶ θυσιῶν ἀνάμεστον: καὶ ταῦτα ἐκεῖνα εἶναι τὰ νῦν ὁρώμενα, καὶ πρὸς τὰ ἐναντία τῶν προτέρων τὴν ὄψιν συνέβαλλεν, ὡς ἔχων οὐχ ἕξει τὴν Χαρίκλειαν, ὑπὸ τοῦ πολέμου ταύτης ἀφαιρεθείσης, καὶ ὡς φονεύσει καὶ οὐ τρώσει, ξίφει καὶ οὐκ Ἀφροδίτης νόμῳ. καὶ πολλὰ τὴν θεὰν ὡς δολερὰν ὀνειδίσας, καὶ δεινὸν ἡγησάμενος εἴ τις ἄλλος ἐγκρατὴς ἔσται Χαρικλείας, μικρὸν ἐπισχεῖν τοὺς σὺν αὑτῷ κελεύσας, καὶ ὡς κατὰ τόπον μένοντας ποιεῖσθαι δεήσει

p.36
τὴν μάχην φράσας κλοτοπεύοντας περὶ τὸ νησίδιον καὶ διὰ τῶν πέριξ ἑλῶν κρυφίους τὰς ἐμβολὰς ποιουμένους ʽἀγαπητῶς γὰρ ἂν καὶ οὕτως ἀντισχεῖν πρὸς τὸ πλῆθος τῶν πολεμίων̓, αὐτὸς δῆθεν ὡς τὸν Θέρμουθιν ἐπιζητήσων καὶ τοῖς ἑστίοις θεοῖς κατευξόμενος, ἕπεσθαί τε μηδενὶ συγχωρήσας, ἐπὶ τὸ δωμάτιον ἐμμανὴς ἀνέστρεφε. δυσανάκλητον δὲ πρὸς ὅπερ ἂν ὁρμήσῃ τὸ βάρβαρον ἦθος: κἂν ἀπογνῷ τὴν αὑτοῦ σωτηρίαν, προαναιρεῖν ἅπαν τὸ φίλον εἴωθεν, ἤτοι συνέσεσθαι αὐτοῖς καὶ μετὰ θάνατον ἀπατώμενον, ἢ χειρὸς πολεμίας καὶ ὕβρεως ἐξαιρούμενον. ὑφ̓ ὧν καὶ ὁ Θύαμις τῶν μὲν ἐν χερσὶ πάντων ἀμνημονήσας, καὶ ταῦτα ὥσπερ ἄρκυσι τοῖς πολεμίοις κεκυκλωμένος, ἔρωτι δὲ καὶ ζηλοτυπίᾳ καὶ θυμῷ κάτοχος, ἐπὶ τὸ σπήλαιον ἐλθὼν ὡς εἶχε δρόμου, καθαλόμενος, ἐμβοῶν τε μέγα καὶ τὰ πολλὰ αἰγυπτιάζων, αὐτοῦ που περὶ τὸ στόμιον ἐντυχών τινι Ἑλληνίδι τῇ γλώττῃ προσφθεγγομένῃ, ἀπὸ τῆς φωνῆς ἐπ̓ αὐτὴν χειραγωγηθεὶς ἐπιβάλλει τε τῇ κεφαλῇ τὴν λαιὰν χεῖρα, καὶ διὰ τῶν στέρνων παρὰ τὸν μαζὸν ἐλαύνει τὸ ξίφος.

καὶ ἣ μὲν ἔκειτο πικρῶς, ἐλεεινόν τε ἅμα καὶ ἔσχατον κωκύσασα, ὃ δὲ ἀναδραμὼν καὶ τὸν οὐδὸν ἐπαγαγών, καὶ χοῦν ὀλίγον ἐπιφορήσας, καὶ ταῦτά σοι τὰ παῤ ἡμῶν νυμφικὰ δῶρα σὺν δάκρυσιν εἰπών, ἐπί τε τὰ σκάφη παραγενόμενος, τούς τε ἄλλους καταλαμβάνει δρασμὸν ἤδη βουλεύοντας τῶν πολεμίων ἐγγύθεν ὁρωμένων, τόν τε Θέρμουθιν ἥκοντα καὶ τὸ ἱερεῖον μεταχειριζόμενον. καὶ τὸν μὲν λοιδορησάμενος, εἰπών τε ὡς ἔφθη τὸ κάλλιστον θυμάτων ἱερουργήσας, ἐπιβαίνει τε τοῦ σκάφους αὐτὸς καὶ ὁ Θέρμουθις καὶ τρίτος ὁ ἐρέτης: οὐ γὰρ πλείονας οἷά τε φέρειν τὰ λιμναῖα σκάφη, ἀπὸ μόνου ξύλου καὶ πρέμνου παχέος ἑνὸς ἀγροικότερον

p.37
κοιλαινόμενα. συναπαίρει δὲ καὶ ὁ Θεαγένης ἅμα τῷ Κνήμωνι καθ̓ ἕτερον σκάφος, καὶ ἄλλος κατ̓ ἄλλο πορθμεῖον, καὶ οὕτως ἅπαντες. ἐπεὶ δὲ τῆς νήσου μικρὸν ἄπωθεν ἄραντες, καὶ περιπλεύσαντες μᾶλλον ἢ ἀποπλεύσαντες, ἐπέσχον τὴν εἰρεσίαν, καὶ τὰ σκάφη διέταττον ἐπὶ μέτωπον ὡς ἐναντίοι τοὺς πολεμίους δεξόμενοι, πλησιάσαντες μόνον καὶ μηδὲ τὸ ῥόθιον ὑπενεγκόντες οἱ μὲν ἄλλοι πάντες ὁμοῦ τε εἶδον καὶ ἔφευγον, οὐδὲ τὸν ἐνυάλιον ἔνιοι κέλαδον ἀνασχόμενοι, ὑπεχώρουν δὲ Θεαγένης τε καὶ ὁ Κνήμων, οὐ πρὸς τὸν φόβον τὸ πλέον ἐνδόντες. μόνος δὲ ὁ Θύαμις τὸ μέν τι τὴν φυγὴν ἴσως αἰσχυνόμενος, τάχα δέ που καὶ εἶναι μετὰ Χαρίκλειαν οὐκ ἀνεχόμενος, ἐνέβαλεν ἑαυτὸν τοῖς πολεμίοις.

ἤδη δὲ εἰς χεῖρας ἰόντων ἀνεβόησέ τις οὗτος ἐκεῖνος ὁ Θύαμις: φυλάττου πᾶς. καὶ παραχρῆμα τὰ σκάφη πρὸς κύκλον ἐπιστρέψαντες εἶχον ἐν μέσῳ. τοῦ δὲ ἀμυνομένου, καὶ τῷ δόρατι τοὺς μὲν τρώσαντος τοὺς δὲ ἀνελόντος, θαύματος ἦν ἐπέκεινα τὸ γινόμενον: εἷς γὰρ οὐδεὶς ξίφος οὔτε ἔβαλλεν οὔτε ἔφερεν, ἀλλ̓ ἅπασαν ἕκαστος εἰσεφέρετο σπουδὴν ζῶντα λαβεῖν. ὃ δὲ ἀντεῖχεν ἐπὶ πλεῖστον, ἕως ἀφαιρεῖται μὲν τοῦ δόρατος πλειόνων ἅμα ἐπιλαβομένων, ἀποβάλλει δὲ καὶ τὸν ὑπασπιστήν, λαμπρῶς μὲν συναγωνισάμενον, τραυματίαν δέ, ὥσπερ ἐδόκει, καιρίως γεγενημένον καὶ πρὸς τὸ ἀνέλπιστον ἐνδόντα, εἴς τε τὴν λίμνην ἑαυτὸν καθέντα, καὶ βολῆς ἐκτὸς ἐμπειρίᾳ τοῦ νεῖν ἀναδύντα, χαλεπῶς τε πρὸς τὸ ἕλος ἀπονηξάμενον, καὶ ταῦτα οὐδενὸς τὴν ἐπιδίωξιν φροντίσαντος. ἤδη γὰρ τὸν Θύαμιν ᾑρήκεσαν, καὶ νίκην ὁλόκληρον τὴν ἑνὸς ἀνδρὸς ἅλωσιν ἡγοῦντο. καὶ τοσούτοις τοῖς φιλίοις ἐλάττους γεγονότες, πλέον ἔχαιρον τὸν αὐτόχειρα ζῶντα περιέποντες

p.38
ἢ τοὺς οἰκείους ᾤκτειρον ἀποβεβληκότες. οὕτως ἄρα λῃσταῖς καὶ ψυχῶν αὐτῶν ἐστὶ χρήματα προτιμότερα, καὶ τὸ φιλίας ὄνομα καὶ συγγενείας πρὸς ἓν τὸ κέρδος ὁρίζεται. ὡς δὴ καὶ τούτοις συνέβαινεν. ἐτύγχανον μὲν γὰρ ὄντες τῶν τὸν Θύαμιν καὶ τοὺς σὺν αὐτῷ κατὰ τὰς Ἡρακλεωτικὰς ἐκβολὰς ἀποδράντων,

ἀγανακτήσαντες δὲ ὅτι τῶν ἀλλοτρίων ἐστέρηντο, καὶ τὴν ἀφαίρεσιν τῶν σύλων ὡς ἰδίων περιαλγήσαντες, τούς τε ὑπολειφθέντας αὑτῶν οἴκοι συλλεξάμενοι καὶ τὰς πέριξ ὁμοίως κώμας ἐπικαλεσάμενοι ἐπὶ ὁμοίᾳ καὶ ἴσῃ τῶν ληφθησομένων διανομῇ, τῆς μὲν ἐφόδου κατέστησαν ἡγεμόνες, τὸν δὲ Θύαμιν ἐζώγρουν κατὰ τοιάνδε τινὰ αἰτίαν. Πετόσιρις ἀδελφὸς ἦν αὐτῷ κατὰ τὴν Μέμφιν. οὗτος ἐπιβουλῇ τὴν ἱερωσύνην τῆς προφητείας παρὰ τὸ πάτριον τὸν Θύαμιν παρελόμενος νεώτερος αὐτὸς ὤν, τὸν προγενέστερον ἐξάρχειν λῃστρικοῦ πυνθανόμενος, δεδιὼς μὴ καιροῦ λαβόμενος ἐπέλθοι ποτὲ ἢ καὶ χρόνος τὴν ἐπιβουλὴν φωράσειεν, ἅμα δὲ καὶ δἰ ὑποψίας εἶναι παρὰ τοῖς πολλοῖς αἰσθανόμενος ὡς ἀνῃρηκὼς τὸν Θύαμιν οὐ φαινόμενον, χρήματα πάμπολλα καὶ βοσκήματα τοῖς ζῶντα προσκομίσασιν εἰς τὰς κώμας τὰς λῃστρικὰς διαπέμπων ἐπεκήρυξεν: ὑφ̓ ὧν ἁλόντες οἱ λῃσταί, καὶ μηδὲ παρὰ τὸ ζέον τῆς μάχης τῆς μνήμης τὸ κέρδος ἀποβαλόντες, ἐπειδή τις ἐγνώρισε, πολλῶν θανάτων ἐζώγρησαν καὶ τὸν μὲν δέσμιον ἐπὶ τὴν γῆν παραπέμπουσι, τὴν ἡμίσειαν αὑτῶν μοῖραν εἰς τὴν φυλακὴν ἀποκληρώσαντες, καὶ πολλὰ τῆς δοκούσης φιλανθρωπίας ἐπιμεμφόμενον, καὶ τὸν δεσμὸν ἀγανακτοῦντα μᾶλλον ἢ θάνατον. οἱ δὲ ὑπόλοιποι πρὸς τὸ νησίον ἐτράπησαν ὡς τὰ ἐπιζητούμενα κειμήλια καὶ σῦλα κατ̓ αὐτὸ εὑρήσοντες. ὡς δὲ πᾶσαν ἐπιδραμόντες, καὶ μέρος οὐδὲν ἀζήτητον ἀπολιπόντες, οὐδενὶ τῶν ἐλπισθέντων

p.39
ἢ μικροῖς ἐπετύγχανον, εἴ τι καὶ περιλέλειπτο κατὰ τὸ σπήλαιον ὑπὸ τῇ γῇ κρυπτόμενον, πῦρ ἐπὶ τὰς σκηνὰς ἐμβαλόντες, ἑσπέρας ἤδη προσιούσης καὶ φόβον ἐγκαταμεῖναι τῇ νήσῳ παρεχούσης, δέει τοῦ μὴ λοχηθῆναι πρὸς τῶν διαδράντων ἐπὶ τοὺς οἰκείους ἀπεχώρησαν.

ἡ μὲν δὴ νῆσος ὧδε ἐπυρπολεῖτο, τοὺς δὲ ἀμφὶ τὸν Θεαγένην καὶ τὸν Κνήμωνα, ἕως μὲν ἥλιος ἦν ὑπὲρ γῆν, τὸ κακὸν ἐλάνθανέν ʽἡ γὰρ πυρὸς ὄψις ἀμαυροῦται δἰ ἡμέρας, ὑπὸ τῶν ἀκτίνων τοῦ θεοῦ καταυγαζομένἠ, ἐπειδὴ δὲ ἔδυ καὶ νύκτα ἐπήγαγεν, ἥ τε φλὸξ ἀπρόσμαχον τὴν αὐγὴν ἀπολαβοῦσα καὶ πορρωτάτω διεφαίνετο, αὐτοί τε τοῦ ἕλους τῇ νυκτὶ θαρροῦντες προέκυψαν, καὶ λαμπρῶς ἤδη τὴν νῆσον ὑπὸ τοῦ πυρὸς ἐχομένην ὁρῶσι. καὶ ὁ μὲν Θεαγένης παίων τὴν κεφαλὴν καὶ τίλλων τὰς τρίχας, ἐρρίφθω, φησίν, ὁ βίος εἰς τὴν τήμερον: ἠνύσθω λελύσθω πάντα, φόβοι κίνδυνοι φροντίδες ἐλπίδες ἔρωτες. οἴχεται Χαρίκλεια, Θεαγένης ἀπόλωλε. μάτην ὁ δυστυχὴς δειλὸς ἐγενόμην καὶ δρασμὸν ὑπέστην ἄνανδρον, σοί, γλυκεῖα, περισώζων ἐμαυτόν. οὐ μὴν ἔτι σωθήσομαι σοῦ, φιλτάτη, κειμένης, οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ, τὸ χαλεπώτατον, οὐδὲ ἐν χερσὶν ἀπολιπούσης τὸν βίον αἷς ἠβουλήθης. ἀλλὰ πυρός, οἴμοι, γέγονας ἀνάλωμα, τοιαύτας ἐπὶ σοὶ λαμπάδας ἀντὶ τῶν νυμφικῶν τοῦ δαίμονος ἅψαντος: καὶ δεδαπάνηται τὸ ἐξ ἀνθρώπων κάλλος ὡς μηδὲ λείψανον τῆς ἀψεύδους ὡραιότητος διὰ νεκροῦ γοῦν ὑπολελεῖφθαι τοῦ σώματος. ὢ τῆς ὠμότητος καὶ τῆς ἀρρήτου τοῦ δαίμονος βασκανίας: προσαφῄρηταί με καὶ τὰ τελευταῖα περιβαλεῖν. ἐσχάτων φιλημάτων καὶ ἀψύχων ἀπεστερήθην.

καὶ ταῦτα λέγοντος καὶ τὸ ξίφος περισκοποῦντος, ὁ

p.40
Κνήμων ἀθρόον τῆς χειρὸς ἀπεκρούσατο, καὶ τί ταῦτα; ἔλεγεν, ὦ Θεάγενες, τί τὴν οὖσαν θρηνεῖς; ἔστι Χαρίκλεια καὶ σώζεται: θάρσει. τοῦ δέ, πρὸς ἄφρονας ταῦτα καὶ παῖδας ὦ Κνήμων, εἰπόντος, ἀπολώλεκάς με τὸν ἥδιστον ἀφελόμενος θάνατον, ἐπώμνυεν ὁ Κνήμων καὶ ἅπαντα ἔλεγε, τὸ πρόσταγμα τοῦ Θυάμιδος, τὸ σπήλαιον, ὡς καθῆκεν αὐτός, ὡς ἔχει φύσεως τὸ ἄντρον, ὡς οὐδὲν δέος εἰς τὸ βάθος διικνεῖσθαι τὸ πῦρ, ὺπὸ τῶν ἀπείρων ἑλιγμῶν ἀνακοπτόμενον. ἀνέπνει πρὸς ταῦτα ὁ Θεαγένης, καὶ πρὸς τὴν νῆσον ἔσπευδε, καὶ τὴν οὐ παροῦσαν τῷ νῷ περιέβλεπε, καὶ θάλαμον ἑαυτῷ τὸ σπήλαιον ἀνέπλαττε, τοὺς ἐσομένους αὐτῷ κατ̓ αὐτὸ θρήνους ἀγνοῶν. ἀνήγοντο οὖν ἐσπουδασμένως, αὐτερέται τὸν πλοῦν ἀνύοντες: ὁ γὰρ δὴ πορθμεύων αὐτοῖς κατὰ τὴν πρώτην συμβολὴν καθάπερ ἀπὸ ὕσπληγος τῆς βοῆς ἀπεσφενδόνητο. τῇδε οὖν κἀκεῖσε παρεφέροντο τοῦ εὐθέος, οἷα δὴ ἀπειρίᾳ τε τὴν εἰρεσίαν οὐχ ὁμοζυγοῦντες, καί τι καὶ ἀνέμου πρὸς ἐναντίον ἐμπίπτοντος. ἀλλ̓ ἐνίκα τὴν ἀτεχνίαν τῆς γνώμης τὸ πρόθυμον.