Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

καὶ ἔτι τοιαῦτα λεγούσης, καὶ ἅμα ὑποδακρυούσης λανθάνειν τε τοὺς παρόντας πειρωμένης, ἄγεσθαι τὴν ἐσχάραν ὁ Ὑδάσπης ἐκέλευσε. παιδάρια τοίνυν ἄνηβα συλλαβόντες ἐκ τοῦ πλήθους οἱ ὑπηρέται ʽμόνοις γὰρ τοῖς τοιούτοις ἀβλαβῶς θιγγάνειν ἔνεστιν̓ ἐκόμιζόν τε ἐκ τοῦ νεὼ καὶ εἰς μέσους προυτίθεσαν, ἐπιβαίνειν ἕκαστον τῶν αἰχμαλώτων κελεύοντες. τῶν δὲ ὅστις ἐπιβαίη, παραυτίκα τὴν βάσιν ἐφλέγετο, οὐδὲ τὴν πρώτην καὶ πρὸς ὀλίγον ψαῦσιν ἐνίων ὑποστάντων, χρυσοῖς μὲν ὀβελίσκοις τῆς ἐσχάρας διαπεπλεγμένης, πρὸς τοῦτο δὲ ἐνεργείας τετελεσμένης ὥστε πάντα τὸν μὴ καθαρὸν καὶ ἄλλως ἐπιορκοῦντα καταίθειν, τῶν δὲ ἀπ̓ ἐναντίας ἀλύπως προσίεσθαι τὴν βάσιν. τούτους μὲν δὴ τῷ τε Διονύσῳ καὶ ἄλλοις θεοῖς ἀπεκλήρουν, πλὴν δύο που καὶ τριῶν Ἑλληνίδων, αἳ τῆς ἐσχάρας ἐπιβᾶσαι παρθενεύειν ἐγνωρίσθησαν.

ἐπεὶ δὲ καὶ Θεαγένης ἐπιβὰς καθαρεύων ἐφαίνετο, θαυμασθεὶς πρὸς ἁπάντων τά τε ἄλλα τοῦ μεγέθους. καὶ κάλλους, καὶ ὅτι περ οὕτως ἀκμαῖος ἀνὴρ ἀπείρατος εἴη τῶν Ἀφροδίτης, πρὸς τὴν ἡλιακὴν ἱερουργίαν ηὐτρεπίζετο, καλά, λέγων ἠρέμα πρὸς τὴν Χαρίκλειαν, τἀπίχειρα παῤ Αἰθίοψι τῶν καθαρῶς βιούντων: θυσίαι

p.281
καὶ σφαγαὶ τὰ ἔπαθλα τῶν σωφρονούντων. ἀλλ̓ ὦ φιλτάτη, τί οὐχὶ φράζεις σαυτήν; ποῖον ἀναμένεις ἔτι καιρόν, ἢ τὸν ἕως ἄν ἀποδειροτομήσῃ τις; λέγε, ἱκετεύω, καὶ μήνυε τὴν σαυτῆς τύχην. ἴσως μὲν κἀμὲ περισώσεις, ἥ τις ποτὲ εἴης γνωρισθεῖσα, καὶ ἐξαιτήσασα: εἰ δ̓ ἄρα μὴ τοῦτο, σύ γε μὴν προδήλως διαδράσῃ τὸν κίνδυνον. αὔταρκες δὲ τοῦτό μοι μαθόντι καὶ τελευτᾶν. ἣ δέ πλησίον ὁ ἀγών εἰποῦσα, καὶ νῦν ταλαντεύει τὰ καθ̓ ἡμᾶς ἡ μοῖρα, μηδὲ κελεῦσαι τοὺς ἐπιτεταγμένους ἀναμείνασα, ἐνέδυ τε τὸν ἐκ Δελφῶν ἱερὸν χιτῶνα ἐκ πηριδίου τινὸς ὃ ἐπεφέρετο προκομίσασα, χρυσοϋφῆ τε ὄντα καὶ ἀκτῖσι κοκκοβαφέσι κατάπαστον: τήν τε κόμην ἀνεῖσα καὶ οἷον κάτοχος φανεῖσα προσέδραμέ τε καὶ ἐφήλατο τῇ ἐσχάρᾳ, καὶ εἱστήκει πολὺν χρόνον ἀπαθής, τῷ τε κάλλει τότε πλέον ἐκλάμποντι καταστράπτουσα, περίοπτος ἐφ̓ ὑψηλοῦ πᾶσι γεγενημένη, καὶ πρὸς τοῦ σχήματος τῆς στολῆς ἀγάλματι θεοῦ πλέον ἢ θνητῇ γυναικὶ προσεικαζομένη. θάμβος οὖν ἅμα πάντας κατέσχε, καὶ βοὴν μίαν ἄσημον μὲν καὶ ἄναρθρον, δηλωτικὴν δὲ τοῦ θαύματος, ἀπήχησαν, τῶν τε ἄλλων ἀγασθέντες, καὶ πλέον ὅτι κάλλος οὕτως ὑπὲρ ἄνθρωπον καὶ τὸ ὥριον τῆς ἀκμῆς ἄθικτον ἐτήρει, καὶ ἔχειν ἀνεδείκνυτο σωφροσύνην πλέον τῇ ὥρᾳ κοσμουμένην. ἐλύπει μὲν οὖν καὶ ἄλλους τῶν ὄχλων ἁρμόδιος τῇ θυσίᾳ φανεῖσα: καὶ δεισιδαιμονοῦντες ὅμως ἥδιστα ἄν εἶδον ἔκ τινος μηχανῆς περισωθεῖσαν. πλέον δὲ ἠνία τὴν Περσῖναν, ὥστε καὶ εἰπεῖν πρὸς τὸν Ὑδάσπην, ὡς ἀθλία καὶ δυστυχὴς ἡ κόρη σὺν πολλῷ τῷ κακῷ οὐδ̓ εἰς καιρὸν τῇ σωφροσύνῃ σεμνυνομένη, καὶ θάνατον τῶν πολλῶν τούτων ἐπαίνων ἀλλαττομένη. ἀλλὰ τί ἂν γένοιτο, ἔφη, ὦ ἄνερ; ὃ δέ, μάτην, ἔφη, μοι ἐνοχλεῖς, καὶ οἰκτίζῃ τὴν οὐ σωζομένην, ἀλλὰ θεοῖς, ὡς
p.282
ἔοικε, διὰ τὸ ὑπερβάλλον τῆς φύσεως ἀρχῆθεν φυλαττομένην.

καὶ ἀποστρέψας τὸν λόγον πρὸς τοὺς Γυμνοσοφιστάς, ἀλλ̓ ὦ σοφώτατοι, ἔφη, πάντων ηὐτρεπισμένων τί οὐχὶ κατάρχετε τῶν ἱερῶν; καὶ ὁ Σισιμίθρης, εὐφήμησον, ἀπεκρίνατο ἑλληνίζων, ὥστε μὴ τὸ πλῆθος ἐπαΐειν: ἱκανῶς γὰρ καὶ μέχρι τούτων ὄψιν τε καὶ ἀκοὴν ἐχράνθημεν. ἀλλ̓ ἡμεῖς μὲν εἰς τὸν νεὼν μεταστησόμεθα, θυσίαν οὕτως ἔκθεσμον τὴν δἰ ἀνθρώπων οὔτε αὐτοὶ δοκιμάζοντες οὔτε προσίεσθαι τὸ θεῖον νομίζοντες. ὡς εἴθε γε ἦν καὶ τὰς διὰ τῶν ἄλλων ζώων θυσίας κεκωλῦσθαι, μόναις ταῖς δἰ εὐχῶν καὶ ἀρωμάτων καθ̓ ἡμέτερον νόον ἀρκουμένοις. σὺ δὲ ἐπιμένων ʽἐπάναγκες γὰρ βασιλεῖ καὶ ἄκριτον ἔστιν ὅτε πλήθους ὁρμὴν θεραπεύειν̓ ἐπιτέλει τὴν οὐκ εὐαγῆ μὲν ταύτην θυσίαν, διὰ δὲ τὸ προκατειληφὸς τοῦ Αἰθιοπικοῦ νόμου πάτριον ἀπαραίτητον, καθαρσίων εἰσαῦθις δεησόμενος, ἴσως δὲ καὶ οὐ δεησόμενος. οὐ γάρ μοι δοκεῖ πρὸς τέλος ἥξειν ἥδε ἡ θυσία, τοῖς τε ἄλλοις ἐκ τοῦ θείου συμβόλοις τεκμαιρομένῳ, καὶ τῷ περιλάμποντι φωτὶ τοὺς ξένους, ὑπερμαχεῖν τινὰ τῶν κρειττόνων διασημαίνοντι.

καὶ ταῦτα εἰπὼν ἅμα καὶ τοῖς ἄλλοις συνέδροις ἀνίστατο καὶ πρὸς τὴν μετάστασιν ἐρρυθμίζετο. ἀλλ̓ ἥ γε Χαρίκλεια καθήλατο τῆς ἐσχάρας, καὶ προσδραμοῦσα προσπίπτει τε τοῖς γόνασι τοῦ Σισιμίθρου, τῶν ὑπηρετῶν παντοίως ἐπεχόντων καὶ τὴν ἱκεσίαν παραίτησιν εἶναι τοῦ θανάτου νομιζόντων. καὶ ὦ σοφώτατοι ἔλεγε, μικρὸν ἐπιμείνατε: δίκη γάρ μοι καὶ κρίσις πρόκειται πρὸς τοὺς βασιλεύοντας, ὑμᾶς δὲ μόνους καὶ τοῖς τοσούτοις δικάζειν πυνθάνομαι. καὶ τὸν περὶ ψυχῆς ἀγῶνά μοι διαιτήσατε: σφαγιασθῆναι γάρ με θεοῖς οὔτε δυνατὸν οὔτε δίκαιον εἶναι μαθήσεσθε. προσήκαντο ἄσμενοι

p.283
τὰ εἰρημένα, καὶ ὦ βασιλεῦ ἔφασαν, ἀκούεις τῆς προκλήσεως καὶ ἃ προΐσχεται ἡ ξένη; γελάσας οὖν ὁ Ὑδάσπης, καὶ ποία δίκη, φησίν, ἢ πόθεν ἐμοὶ καὶ ταύτῃ; προφάσεως δὲ ἐκ ποίας ἢ ποίων ἴσων ἀναφαινομένη; καὶ ὁ Σισιμίθρης, αὐτά, ἔφη, δηλώσει τὰ λεχθησόμενα. καὶ οὐκ ἂν δόξειεν, ἔφη, τὸ πρᾶγμα οὐ κρίσις ἀλλ̓ ὕβρις, εἰ πρὸς τὴν αἰχμάλωτον βασιλεὺς ὢν διαδικάσομαι; τὰς ὑπεροχὰς οὐ δυσωπεῖται τὸ δίκαιον, ἀπεκρίνατο πρὸς αὐτὸν ὁ Σισιμίθρης: ἀλλ̓ εἷς ἐστὶν ὁ βασιλεύων ἐν ταῖς κρίσεσιν, ὁ τοῖς εὐλογωτέροις κρατῶν. ἀλλὰ πρὸς τοὺς ἐγχωρίους, ἔφη, καὶ οὐ τοὺς ξένους δικάζειν ὑμᾶς τοῖς βασιλεύουσιν ὁ νόμος ἐφίησι. καὶ ὁ Σισιμίθρης, οὐ τοῖς προσώποις, ἔφη, μᾶλλον τὰ δίκαια γίνεται ἰσχυρὰ παρὰ τοῖς σώφροσιν, ἀλλὰ τοῖς τρόποις. δῆλον μέν, εἶπεν, ὡς οὐδὲν ἐρεῖ σπουδαῖον, ἀλλ̓ ὅπερ ἴδιον τῶν τὰ τελευταῖα κινδυνευόντων, λόγων ματαίων ἔσται πλάσματα πρὸς ὑπέρθεσιν. λέγετω δ̓ οὖν ὅμως, ἐπειδὴ βούλεται Σισιμίθρης.

ἡ δὲ Χαρίκλεια καὶ ἄλλως οὖσα εὔθυμος διὰ τὴν προσδοκωμένην τῶν περιεστηκότων λύσιν, πλέον ἐγεγόνει περιχαρὴς ὡς τοῦ Σισιμίθρου τοὔνομα ὑπήκουσεν: ἦν γὰρ δὴ οὗτος ὁ τὴν ἀρχὴν ἐκτεθεῖσαν ἀνελόμενος καὶ τῷ Χαρικλεῖ παρακαταθέμενος ἔτεσι δέκα πρότερον, ὅτε εἰς τοὺς Καταδούπους ἐστάλη τῶν σμαραγδείων μετάλλων ἕνεκεν ὡς τὸν Ὀροονδάτην πρεσβεύων, τότε μὲν εἷς τῶν πολλῶν Γυμνοσοφιστῶν τυγχάνων, τὸ παρὸν δὲ πρόεδρος ἀναδεδειγμένος. τὴν μὲν οὖν ὄψιν τἀνδρὸς οὐκ ἀνέφερεν ἡ Χαρίκλεια, νέα κομιδῇ καὶ ἑπταέτης χωρισθεῖσα, τοὔνομα δὲ ἀναγνοῦσα περιχαρὴς ἐγεγόνει πλέον, συνήγορόν τε καὶ συνεργὸν ἔσεσθαι πρὸς τὸν ἀναγνωρισμὸν ἐλπίσασα. τὰς δὴ χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείνασα, καὶ βοῶσα ἐξάκουστον,

p.284
Ἥλιε γενάρχα προγόνων ἐμῶν, ἔλεγε, θεοί τε ἄλλοι καὶ γένους ἡμετέρου ἥρωες καθηγεμόνες, ὑμεῖς ἔστε μοι μάρτυρες ὡς οὐδὲν ἐρῶ ψεῦδος, ὑμεῖς δὲ καὶ συλλήπτορες εἰς τὴν κρίσιν τὴν νῦν προκειμένην, εἰς ἣν τῶν προσόντων μοι δικαίων ἐντεῦθεν ἄρξομαι. ξένους, ὦ βασιλεῦ, ἢ καὶ ἐγχωρίους ὁ νόμος ἱερουργεῖσθαι κελεύει; τοῦ δὲ ξένους εἰπόντος, οὐκοῦν ὥρα σοι, ἔφη, ζητεῖν ἑτέρους εἰς τὴν θυσίαν: ἐμὲ γὰρ ὑμεδαπήν τε καὶ ἐγχώριον εὑρήσεις.

τοῦ δὲ θαυμάζοντος καὶ πλάττεσθαι λέγοντος, ἡ Χαρίκλεια, τὰ μικρότερα, ἔφη, θαυμάζεις, τὰ μείζονα δὲ ἐστὶν ἕτερα: οὐ γὰρ ἐγχώριος μόνον, ἀλλὰ καὶ γένους τοῦ βασιλείου τὰ πρῶτα καὶ ἐγγύτατα. καὶ αὖθις τοῦ Ὑδάσπου διαπτύοντος ὡς φληνάφους τοὺς λόγους, παῦσαι, εἶπεν, ὦ πάτερ, θυγατέρα τὴν σὴν ἐκφαυλίζων.

ὁ δὴ βασιλεὺς τὸ ἐντεῦθεν οὐχ ὑπερορῶν τὰ λεγόμενα μόνον ἀλλ̓ ἤδη καὶ ἀγανακτῶν ἐφαίνετο, χλεύην: τὸ πρᾶγμα καὶ ὕβριν ποιούμενος. καὶ ὦ Σισιμίθρη καὶ οἱ λοιποί, ἔλεγεν, ὁρᾶτε οἷ περιέστη τὰ τῆς ἀνεξικακίας; ἢ γὰρ οὐκ ἄντικρυς μανίαν ἡ κόρη νοσεῖ, παρατόλμοις πλάσμασι τὸν θάνατον πειρωμένη διώσασθαι, θυγατέρα ἐμὴν ὥσπερ ἐπὶ σκηνῆς ἐξ ἀπόρων ἑαυτὴν καὶ οἷον ἐκ μηχανῆς ἀναφαίνουσα, τοῦ μηδεπώποτε, ὡς ἴστε, παίδων γονὴν εὐτυχήσαντος, ἅπαξ δέ που μόνον ὁμοῦ τε ἀκηκοότος καὶ ἀποβαλόντος. ὥστε ἀγέτω τις, μηδὲ ἐπὶ πλέον ἐπινοείτω τῇ θυσίᾳ τὴν ὑπέρθεσιν. οὐκ ἄξει οὐδείς, ἀνεβόησεν ἡ Χαρίκλεια, τέως ἂν μὴ τοῦτο κελεύωσιν οἱ δικάζοντες. σὺ δὲ δικάζῃ τὸ παρόν, οὐ ψῆφον φέρεις. ξενοκτονεῖν μὲν ἴσως, ὦ βασιλεῦ, ὁ νόμος ἐπιτρέπει, τεκνοκτονεῖν δὲ οὔθ̓ οὗτος οὔθ̓ ἡ φύσις σοι πάτερ ἐφίησι. πατέρα γάρ σε τήμερον οἱ θεοὶ καὶ ἀρνούμενον ἀναδείξουσι. πᾶσα δίκη καὶ κρίσις, ὦ

p.285
βασιλεῦ, δύο τὰς μεγίστας ἀποδείξεις οἶδε, τάς τε ἐγγράφους πίστεις καὶ τὰς ἐκ μαρτύρων βεβαιώσεις. ἄμφω σοι τοῦ θυγάτηρ ὑμετέρα εἶναι παρέξομαι, μάρτυρα μὲν οὐχ ἕνα τῶν πολλῶν ἀλλ̓ αὐτόν γε δὴ τὸν δικάζοντα προκαλουμένη ʽμεγίστη δ̓ ἔοικε τῷ λέγοντι πίστις ἡ τοῦ διαιτῶντος γνῶσισ̓, γράμματα δὲ τάδε τύχης τῆς ἐμῆς καὶ ὑμῶν διηγήματα προϊσχομένη.

καὶ ἅμα λέγουσα τὴν συνεκτεθεῖσαν ἑαυτῇ ταινίαν ὑπὸ τῇ γαστρὶ φέρουσα προύφερέ τε, καὶ ἀνειλήσασα τῇ Περσίνῃ προσεκόμιζεν. ἣ δὲ ἐπειδὴ τὸ πρῶτον εἶδεν, ἀχανής τε καὶ αὖος ἐγεγόνει, καὶ χρόνον ἐπὶ πλεῖστον τὰ ἐγγεγραμμένα τῇ ταινίᾳ καὶ τὴν κόρην αὖθις ἐν μέρει περιεσκόπει. τρόμῳ τε καὶ παλμῷ συνείχετο, καὶ ἱδρῶτι διερρεῖτο, χαίρουσα μὲν ἐφ̓ οἷς εὕρισκεν, ἀμηχανοῦσα δὲ πρὸς τὸ παῤ ἐλπίδας ἄπιστον, δεδοικυῖα δὲ τὴν ἐξ Ὑδάσπου τῶν φανερουμένων ὑποψίαν τε καὶ ἀπιστίαν, ἢ καὶ ὀργήν, ἂν οὕτω τύχῃ, καὶ τιμωρίαν. ὥστε καὶ τὸν Ὑδάσπην ἐνορῶντα εἰς τὸ θάμβος καὶ τὴν συνέχουσαν ἀγωνίαν, ὦ γύναι, εἰπεῖν, τί ταῦτα, ἢ τί πέπονθας πρὸς τὴν δεικνυμένην γραφήν; ἣ δέ, ὦ βασιλεῦ, εἶπε, καὶ δέσποτα καὶ ἄνερ, ἄλλο μὲν οὐδὲν ἂν εἴποιμι πλέον, λαβὼν δὲ ἀναγίνωσκε: διδάσκαλός σοι πάντων ἡ ταινία γενήσεται. καὶ ἐπιδοῦσα αὖθις ἐσιώπα, κατηφήσασα. δεξάμενος γοῦν ὁ Ὑδάσπης, καὶ πλησίον παρεῖναι καὶ συνεπιλέγεσθαι τοὺς Γυμνοσοφιστὰς παρακαλέσας, ἐπῄει τὴν γραφήν, πολλὰ μὲν αὐτὸς θαυμάζων, πολλὰ δὲ καὶ τὸν Σισιμίθρην ἐκπεπληγμένον καὶ μυρίας τροπὰς τῆς διανοίας ἐκ τῶν ὄψεων ἐμφαίνοντα ὁρῶν, συνεχές τε εἰς τὴν ταινίαν καὶ τὴν Χαρίκλειαν ἀτενίζοντα. καὶ τέλος, ἐπειδὴ τήν τε ἔκθεσιν ἐδιδάχθη καὶ τὴν αἰτίαν τῆς ἐκθέσεως ὁ Ὑδάσπης, ἀλλ̓ ὅτι μὲν ἐτέχθη μοι κόρη τις, ἔφη, γινώσκω, καὶ ἀποθανοῦσαν

p.286
τότε πυθόμενος, ὡς αὐτὴ Περσῖνα ἔλεγεν, ἐκτεθεῖσθαι νυνὶ μανθάνω: τίς δὲ ὁ ἀνελόμενος καὶ διασώσας καὶ θρέψας; τίς δὲ ὁ διακομίσας εἰς Αἴγυπτον, οὗ καὶ αἰχμάλωτος εἴληπται; ἢ πόθεν ὅλως ὅτι αὕτη ἐκείνη, καὶ μὴ διέφθαρται μὲν τὸ ἐκτεθέν, τοῖς δὲ γνωρίσμασιν ἐπιτυχών τις ἀποκέχρηται τοῖς ἐκ τῆς τύχης; μή τις δαίμων ἡμῖν ἐπιπαίζει, καὶ ὥσπερ προσωπεῖον τῇ κόρῃ ταῦτα περιθεὶς ἐντρυφᾷ τῇ ἡμετέρᾳ περὶ τεκνοποιίαν ἐπιθυμίᾳ, καὶ νόθον ἡμῖν ὑποβολιμαῖον εἰσποιεῖ διαδοχήν, καθάπερ νέφει τῇ ταινίᾳ τὴν ἀλήθειαν ἐπισκιάζων.

ἐπὶ τούτοις ὁ Σισιμίθρης, τὰ μὲν πρῶτα, ἔφη, τῶν ζητουμένων ἔχει σοι λύσιν. ὁ γὰρ ἀνελόμενος ἐκτεθεῖσαν καὶ ἀναθρέψας λάθρᾳ, καὶ εἰς Αἴγυπτον κομίσας ὅτε με πρεσβευτὴν ἔστειλας, οὗτος ἐγὼ εἰμί. καὶ ὡς οὐ θεμιτὸν ἡμῖν τὸ ψεῦδος, οἶσθα προλαβών. γνωρίζω καὶ τὴν ταινίαν τοῖς βασιλείοις Αἰθιόπων γράμμασιν, ὡς ὁρᾷς, κεχαραγμένην, καὶ οὐ παρέχουσαν ἀμφιβολίαν ἀλλαχόσε συντετάχθαι, Περσίνης δὲ αὐτοχειρίᾳ κατεστίχθαι παρὰ σοὶ μάλιστα γνωριζομένην. ἀλλ̓ ἦν καὶ ἕτερα συνεκτεθέντα γνωρίσματα, δοθέντα παῤ ἐμοῦ τῷ ὑποδεξαμένῳ τὴν κόρην, ἀνδρὶ Ἕλληνί τε καὶ ὡς ἐφαίνετο, καλῷ τε καὶ ἀγαθῷ. σώζεται, ἔφη, ταῦτα, ἡ Χαρίκλεια. καὶ ἅμα ἐπεδείκνυ τοὺς ὅρμους. πλέον ἡ Περσῖνα ἰδοῦσα κατεπλάγη, καὶ πυνθανομένου τοῦ Ὑδάσπου τίνα ταῦτα εἴη καὶ εἴ τι πλέον ἔχοι ἐκδιδάσκειν, ἀπεκρίνατο οὐδὲν ἢ ὅτι γνωρίζει μέν, κατ̓ οἶκον δὲ ταῦτα ἐξετάζειν καλόν. αὖθις οὖν ἀδημονῶν ὁ Ὑδάσπης ἐφαίνετο. καὶ ἡ Χαρίκλεια, ταῦτα μὲν ἂν εἴη τῆς μητρὸς τὰ γνωρίσματα, σὸν δὲ ἴδιον ὅδε ὁ δακτύλιος. καὶ ἐδείκνυ τὴν παντάρβην. ἐγνώρισεν ὁ Ὑδάσπης, δεδωκὼς δῶρον τῇ Περσίνῃ παρὰ τὴν μνηστείαν. καὶ ὦ

p.287
βελτίστη ἔφη, τὰ μὲν γνωρίσματα ἐμά, σὲ δὲ ἐμὴν οὖσαν τούτοις κεχρῆσθαι, καὶ μὴ ἄλλως ἐπιτυχοῦσαν, οὐδέπω γνωρίζω: πρὸς γὰρ τοῖς ἄλλοις, καὶ χροιὰ ξένη τῆς Αἰθιοπίδος λαμπρύνει. καὶ ὁ Σισιμίθρης, λευκήν, ἔφη, κἀγὼ τότε ἀνειλόμην ἣν ἀνειλόμην. ἄλλως τε καὶ τῶν ἐτῶν ὁ χρόνος συμβαίνει πρὸς τὴν παροῦσαν τῆς κόρης ἡλικίαν, ἑπτακαίδεκά που τῶν πάντων ταύτῃ τε καὶ τῇ ἐκθέσει πληρουμένων. ἐμοὶ δὲ καὶ τῶν ὀφθαλμῶν τὸ βλέμμα προΐσταται, καὶ τὸν ὅλον τῆς ὄψεως χαρακτῆρα καὶ τὸ ὑπερφυὲς τῆς ὥρας ὁμολογοῦντα τοῖς τότε τὰ νυνὶ φαινόμενα γνωρίζω. ταυτὶ μὲν ἄριστα ὦ Σισιμίθρη, πρὸς αὐτὸν ὁ Ὑδάσπης, καὶ ὡς ἄν τις ἐκθυμότατα συνηγορῶν μᾶλλον ἢ δικάζων. ἀλλ̓ ὅρα μὴ μέρος τι λύων ἕτερον ἀνακινεῖς ἀπόρημα, δεινόν τε καὶ οὐδαμῶς ἀπολύσασθαι τὴν ἐμοὶ συμβιοῦσαν εὔπορον. λευκὴν γὰρ πῶς ἂν Αἰθίοπες ἀμφότεροι παρὰ τὸ εἰκὸς ἐτεκνώσαμεν; ὑποβλέψας οὖν ὁ Σισιμίθρης καί τι εἰρωνικὸν ὑπομειδιάσας, σὺ μὲν οὐκ οἶδα, ἔφη, ὅ τι πάσχεις ἀπὸ τοῦ τρόπου τοῦ σοῦ, τὸ παρὸν συνηγορίαν ἡμῖν ὀνειδἰζων, ἣν οὐκ ἂν ἐν φαύλῳ ποιησαίμην: δικαστὴν γὰρ ὁρίζομεν γνήσιον τὸν τοῦ δικαίου συνήγορον. τί δὲ οὐχὶ σοὶ μᾶλλον ἢ τῇ κόρῃ συνηγορῶν φανήσομαι, πατέρα σε σὺν τοῖς θεοῖς ἀναδεικνύς, καὶ ἣν ἐκ σπαργάνων περιέσωσα ὑμῖν θυγατέρα, ταύτην καὶ νῦν ἀνασωζομένην ἐπ̓ ἀκμῆς οὐ περιορῶν. ἀλλὰ σὺ μὲν ἃ βούλει γίγνωσκε περὶ ἡμῶν, οὐδένα ὑπόλογον τούτου ποιουμένων: οὐ γὰρ πρὸς τὴν ἑτέρων ἀρέσκειαν βιοῦμεν, τὸ δὲ αὐτὸ καλὸν κἀγαθὸν ζηλοῦντες ἑαυτοὺς πείθειν ἀγαπῶμεν. τῆς γε μὴν κατὰ τὴν χροιὰν ἀπορίας φράζει μέν σοι καὶ ἡ ταινία τὴν λύσιν, ὁμολογούσης ἐν αὐτῇ ταυτησὶ Περσίνης ἐσπακέναι τινὰ εἴδωλα καὶ φαντασίας ὁμοιοτήτων ἀπὸ τῆς κατὰ τὴν Ἀνδρομέδαν πρὸς
p.288
σὲ ὁμιλίας ὁρωμένης. εἰ δ̓ οὖν καὶ ἄλλως πιστώσασθαι βούλει, πρόκειται τὸ ἀρχέτυπον: ἐπισκόπει τὴν Ἀνδρομέδαν, ἀπαράλλακτον ἐν τῇ γραφῇ καὶ ἐν τῇ κόρῃ δεικνυμένην.