Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ἐκόμιζον ἀράμενοι τὴν εἰκόνα πρὸς τὰ λεχθέντα οἱ ὑπηρέται, καὶ πλησίον τῆς Χαρικλείας ἀντεγείραντες τοσοῦτον ἐκίνησαν παρὰ πάντων κρότον καὶ θόρυβον, ἄλλων πρὸς ἄλλους, ὅσοι καὶ κατὰ μικρὸν συνίεσαν τὰ λεγόμενα καὶ πραττόμενα, διαδηλούντων, καὶ πρὸς τὸ ἀπηκριβωμένον τῆς ὁμοιότητος σὺν περιχαρείᾳ ἐκπλαγέντων, ὥστε καὶ τὸν Ὑδάσπην οὐκέτι μὲν ἀπιστεῖν ἔχειν, ἐφεστάναι δὲ πολὺν χρόνον ὑφ̓ ἡδονῆς ἅμα καὶ θαύματος ἐχόμενον. ὁ δὲ Σισιμίθρης, ἓν ἔτι λείπεται, ἔφη: περὶ βασιλείας γὰρ καὶ τῆς κατ̓ αὐτὴν γνησίας διαδοχῆς ὁ λόγος, καὶ πρό γε πάντων ἀληθείας αὐτῆς. γύμνωσον τὴν ὠλένην ὦ κόρη. μέλανι συνθήματι τὸ ὑπὲρ πῆχυν ἐσπίλωτο. οὐδὲν ἀπρεπὲς γυμνούμενον τὸ φύντων καὶ γένους μαρτύριον. ἐγύμνωσεν αὐτίκα ἡ Χαρίκλεια τὴν λαιάν, καὶ ἦν τις ὥσπερ ἔβενος περίδρομος ἐλέφαντα τὸν βραχίονα μιαίνων.

οὐκέτι κατεῖχεν ἡ Περσῖνα, ἀλλ̓ ἀθρόον τε ἀνήλατο τοῦ θρόνου, καὶ προσδραμοῦσα περιέβαλλέ τε, καὶ περιφῦσα ἐδάκρυέ τε καὶ πρὸς τὸ ἀκατάσχετον τῆς χαρᾶς μυκηθμῷ τινὶ προσεοικὸς ἀνωρύετο ʽὑπερβολὴ γὰρ ἡδονῆς καὶ θρῆνόν ποτε ἀποτίκτειν φιλεἶ, μικρόν τε ἔφθη συγκατενεχθῆναι τῇ Χαρικλείᾳ. ὁ δὲ Ὑδάσπης ἠλέει μὲν τὴν γυναῖκα ὀδυρομένην ὁρῶν, καὶ εἰς συμπάθειαν ἐκάμπτετο τὴν διάνοιαν, τὸ ὄμμα δὲ οἱονεὶ κέρας ἢ σίδηρον εἰς τὰ ὁρώμενα τείνας εἱστήκει πρὸς τὰς ὠδῖνας τῶν δακρύων ἀπομαχόμενος: καὶ τῆς ψυχῆς αὐτῷ πατρικῷ τε πάθει καὶ ἀνδρείῳ τῷ λήματι κυματουμένης, καὶ τῆς γνώμης ὑπ̓ ἀμφοτέρων στασιαζομένης

p.289
καὶ πρὸς ἑκατέρου καθάπερ ὑπὸ σάλου μετασπωμένης, τελευτῶν ἡττήθη τῆς τὰ πάντα νικώσης φύσεως, καὶ πατὴρ οὐκ εἶναι μόνον ἐπείθετο, ἀλλὰ καὶ πάσχειν ὅσα πατὴρ ἠλέγχετο. καὶ τὴν Περσῖναν συγκατενεχθεῖσαν τῇ θυγατρὶ καὶ συγκαταπεπλεγμένην ἀνεγείρων, οὐκ ἔλαθε καὶ τὴν Χαρίκλειαν ἐναγκαλιζόμενος καὶ δακρύων ἐπιρροῇ πατρικὰ πρὸς αὐτὴν σπενδόμενος. οὐ μὴν εἰς τὸ παντελές γε ἐξεκρούσθη τῶν πρακτέων, ἀλλ̓ ὀλίγον ἐπιστάς, τόν τε δῆμον κατοπτεύσας ἀπὸ τῶν ἴσων παθῶν κεκινημένον, καὶ πρὸς τὴν σκηνοποιίαν τῆς τύχης ὑφ̓ ἡδονῆς τε ἅμα καὶ ἐλέου δακρύοντας, ἠχήν τέ τινα θεσπεσίαν ἄχρις αἰθέρος αἴροντας, καὶ οὔτε κηρύκων σιγὴν ἐπιταττόντων ἐπαΐοντας οὔτε τὸ βούλημα τοῦ ταράχου προδήλως ἐκφαίνοντας, τὴν χεῖρα προτείνας καὶ κατασείων πρὸς ἡσυχίαν τὸ κλυδώνιον τοῦ δήμου κατέστελλε, καὶ ὦ παρόντες ἔλεγεν, οἱ μὲν θεοὶ πατέρα με, ὡς ὁρᾶτε καὶ ἀκούετε, πάσης ἐπέκεινα προσδοκίας ἀνέδειξαν, καὶ θυγατὴρ εἶναί μοι ἥδε ἡ κόρη πολλαῖς ταῖς ἀποδείξεσι γνωρίζεται: ἐγὼ δὲ τοσαύτην ὑπερβολὴν ποιοῦμαι τῆς εἰς ὑμᾶς τε καὶ τὴν ἐνεγκοῦσαν εὐνοίας ὥστε μικρὰ φροντίσας καὶ γένους διαδοχῆς καὶ πατρῴας ἀνακλήσεως, ἃ δὴ πάντα μοι διὰ τῆσδε ἔμελλεν ἔσεσθαι, θεοῖς ἱερουργεῖν ὑπὲρ ὑμῶν ἐπείγομαι. ὁρῶ μὲν γὰρ ὑμᾶς δακρύοντας καὶ ἀνθρώπινόν τι πάθος ἀναδεδειγμένους, καὶ ἐλεοῦντας μὲν τὴν ἀωρίαν τῆς κόρης, ἐλεοῦντας δὲ καὶ τὴν ἐμὴν μάτην προσδοκηθεῖσαν τοῦ γένους διαδοχήν ὅμως δ̓ οὖν ἀνάγκη, καὶ ὑμῶν ἴσως μὴ βουλομένων, τῷ πατρίῳ πείθεσθαι νόμῳ, τῶν ἰδίων λυσιτελῶν τὸ τῆς πατρίδος ἐπίπροσθεν ποιούμενον. εἰ μὲν γὰρ τοῖς θεοῖς οὕτω φίλον ὥστε παρέχεσθαί τε ἅμα καὶ ἀφαιρεῖσθαι ʽτοῦτο γὰρ ἤδη πάλαι τε πέπονθα γεννηθείσης καὶ πάσχω τὸ
p.290
παρὸν εὑρεθείσησ̓, οὐκ ἔχω λέγειν, ὑμῖν δὲ καταλείπω σκοπεῖν, οὐδ̓ εἴπερ, ἣν ἐξῴκισαν τῆς ἐνεγκούσης ἐπὶ πέρατα γῆς ἔσχατα, αὖθις δὲ θαυματουργοῦντες ἐν αἰχμαλώτῳ τῇ τύχῃ φέροντες ἐνεχείρισαν, ταύτην αὑτοῖς πάλιν ἱερουργουμένην προσδέξονται. καὶ ἣν ὡς πολέμιον οὐκ ἀνεῖλον καὶ αἰχμάλωτον γενομένην οὐκ ἐλυμηνάμην, ταύτην θυγατέρα φανεῖσαν ἐναγίζειν, ὡς καὶ ὑμῖν ὄντος κατὰ βούλησιν τοῦ πράγματος, οὐχ ὑπερθήσομαι, οὐδὲ πήσομαι ὃ καὶ ἄλλῳ πάσχοντι πατρὶ συγγνωστὸν ἴσως ἂν ἦν, οὐδὲ ὀκλάσω, οὐδὲ εἰς ἱκεσίαν τρέψομαι συγγνώμην δοῦναι καὶ ἀφοσιώσασθαι τὸ παρὸν πρὸς τὸν νόμον, τῇ φύσει πλέον καὶ τοῖς ἐκ ταύτης πάθεσι προσθεμένους, ὡς ἐξὸν καὶ ἑτέρῳ τρόπῳ θεραπεύειν τὸ θεῖον. ἀλλ̓ ὅσῳ συμπάσχοντες ἡμῖν οὐ λελήθατε καὶ ὡς ἴδια τὰ ἡμέτερα πάθη περιαλγοῦντες, τοσούτῳ κἀμοὶ προτιμότερα τὰ ὑμέτερα, ὀλίγον μὲν τῆς ἀκληρίας λόγον ποιουμένῳ, ὀλίγον δὲ τῆς ἀθλίας ταυτησὶ Περσίνης κατοδυρομένης, πρωτοτόκου τε ἅμα καὶ ἀγόνου καθισταμένης. ὥστε, εἰ δοκεῖ, παύσασθε μὲν δακρύοντες καὶ ἡμᾶς κατοικτιζόμενοι μάτην, τῆς δὲ ἱερουργίας ἐχώμεθα. σὺ δὲ ὦ θύγατερ ʽπρῶτα γάρ σε καὶ ὕστατα τὸ ποθητὸν ὄνομα τοῦτο προσφθέγγομαἰ, ὦ μάτην μὲν ὡραία, μάτην δὲ ἀνευραμένη τοὺς γεννήσαντας, ὦ τῆς ἀλλοδαπῆς βαρυτέραν τὴν πατρίδα δυστυχήσασα, ὦ σωτηριώδους μὲν τῆς ξένης, ἐπ̓ ὀλέθρῳ δὲ πειρωμένη τῆς ἐνεγκούσης, μή μοι σύγχει τὸν θυμὸν ὀδυρομένη, ἀλλὰ τὸ ἀνδρεῖον ἐκεῖνό σου φρόνημα καὶ βασίλειον νῦν, εἴπερ ποτὲ καὶ πρότερον, ἐπιδείκνυσο, καὶ ἕπου τῷ γεννήσαντι, νυμφοστολῆσαι μὲν οὐ δυνηθέντι, οὐδὲ ἐπὶ παστάδας καὶ θαλάμους ἀγάγοντι, πρὸς δὲ θυσίαν κοσμοῦντι καὶ δᾷδας οὐ γαμηλίους ἀλλ̓ ἐπιβωμίους ἅπτοντι, καὶ τὴν ἄμαχον ταυτηνὶ τοῦ κάλλους
p.291
ἀκμὴν ἀνθ̓ ἱερείων προσάγοντι. ὑμεῖς δὲ ἱλήκοιτε οἱ θεοὶ τῶν εἰρημένων, εἰ δή τι πρὸς τοῦ πάθους νικώμενος οὐκ εὐαγὲς ἐφθεγξάμην ὁ τέκνον ὁμοῦ καλεσάμενος καὶ τεκνοκτόνος γινόμενος.

καὶ ταῦτα εἰπὼν ὃ μὲν ἐπέβαλε τῇ Χαρικλείᾳ τὰς χεῖρας, ἄγειν μὲν ἐπὶ τοὺς βωμοὺς καὶ τὴν ἐπ̓ αὐτῶν πυρκαϊὰν ἐνδεικνύμενος, πλείονι δὲ αὐτὸς πυρὶ τῷ πάθει τὴν καρδίαν σμυχόμενος, καὶ τὴν ἐπιτυχίαν τῶν ἐνηδρευμένων τῇ δημηγορίᾳ λόγων ἀπευχόμενος. τὸ δὲ πλῆθος τῶν Αἰθιόπων ἐσείσθη πρὸς τὰ εἰρημένα, καὶ οὐδὲ πρὸς βραχὺ τῆς Χαρικλείας ἀγομένης ἀνασχόμενοι μέγα τι καὶ ἀθρόον ἐξέκραγον, σῶζε τὴν κόρην ἀναβοῶντες, σῶζε τὸ βασίλειον αἷμα, σῶζε τὴν ὑπὸ θεῶν σωθεῖσαν. ἔχομεν τὴν χάριν, πεπλήρωται ἡμῖν τὸ νόμιμον. ἐγνωρίσαμεν ὡς βασιλέα: γνώριζε καὶ σὺ σαυτὸν ὡς πατέρα. ἱλήκοιεν οἱ θεοὶ τῆς δοκούσης παρανομίας. πλέον παρανομήσομεν ἀνθιστάμενοι τοῖς ἐκείνων βουλήμασι. μηδεὶς ἀναιρείτω τὴν ὑπ̓ ἐκείνων περισωθεῖσαν. ὁ τοῦ δήμου πατὴρ γίγνου καὶ κατ̓ οἶκον πατήρ. καὶ μυρίας ἐπὶ τούτοις καὶ ὁμοίας φωνὰς ἱέντες, τέλος καὶ ἔργῳ ἔργῳ τὸ κωλύειν ἐπεδείκνυντο, προϊστάμενοί τε καὶ ἀνθιστάμενοι, καὶ διὰ τῶν ἄλλων θυσιῶν ἱλάσκεσθαι τὸ θεῖον αἰτοῦντες.

ὁ δὲ Ὑδάσπης ἑκών τε καὶ χαίρων προσίετο τὴν ἧτταν, τὴν εὐκτὴν ταυτηνὶ βίαν αὐθαίρετος ὑπομένων, καὶ τοὺς δήμους ἐπαλλήλοις ταῖς ἐκβοήσεσι χρονιώτερον ἐντρυφῶντας καὶ ταῖς εὐφημίαις ἀγερωχότερον ἐπισκιρτῶντας ὁρῶν τοῖς μὲν ἐμφορηθῆναι τῆς ἡδονῆς ἐνεδίδου, κατασταλῆναί ποτε πρὸς ἡσυχίαν ἑκόντας ἀναμένων,

αὐτὸς δὲ πλησιαίτερον τῇ Χαρικλείᾳ παραστάς, ὦ φιλτάτη, ἔλεγεν, ἐμὴν μὲν εἶναί σε θυγατέρα τά τε γνωρίσματα ἐμήνυσε καὶ ὁ σοφὸς Σισιμίθρης

p.292
ἐμαρτύρησε καὶ τὸ τῶν θεῶν εὐμενὲς πρὸ πάντων ἀνέδειξεν. ἀλλ̓ οὑτοσὶ τίς ποτέ ἐστιν ὁ σοὶ μὲν ἅμα συλληφθεὶς καὶ εἰς τὰς ἐπινικίους σπονδὰς τοῖς θεοῖς συμφυλαχθείς, νυνὶ δὲ τοῖς βωμοῖς εἰς τὴν ἱερουργίαν προσιδρυμένος; ἢ πῶς αὐτὸν ἀδελφὸν ὠνόμαζες, ὅτε μοι τὸ πρῶτον κατὰ τὴν Συήνην προσήχθητε; οὐ γὰρ δή που καὶ αὐτὸς ἡμέτερος υἱὸς εὑρεθήσεται: ἅπαξ γὰρ Περσῖνα καὶ σὲ μόνην ἐκυοφόρησε. καὶ ἡ Χαρίκλεια σὺν ἐρυθήματι κάτω νεύσασα, τὸν μὲν ἀδελφὸν ἐψευσάμην, ἔφη, τῆς χρείας τὸ πλάσμα συνθείσης: ὅστις δέ ἐστιν ἀληθῶς, αὐτὸς ἂν λέγοι βέλτιον. ἀνήρ τε γάρ ἐστι, καὶ εὐθαρσέστερον ἐμοῦ τῆς γυναικὸς ἐξαγορεύειν οὐκ αἰσχυνθήσεται. καὶ ὁ Ὑδάσπης μὴ συμβαλὼν τὸν νοῦν τῶν εἰρημένων, σύγγνωθι, ἔφη, θυγάτριον, κατερυθριάσασα δἰ ἡμᾶς παρθενικῆς αἰδοῦς ἀνοίκειον πεῦσιν ὑπὲρ νεανίου σοι προσαγαγόντας. ἀλλὰ σὺ μὲν κατὰ τὴν σκηνὴν ἅμα τῇ μητρὶ κάθησο, ἐνευφραίνεσθαί τέ σοι παρέχουσα, πλέον ἢ ὅτε σε ἔτικτεν ὠδινούσῃ τὴν ἐπὶ σοὶ τὸ παρὸν ἀπόλαυσιν, καὶ τοῖς κατὰ σαυτὴν διηγήμασι παρηγοροῦσα: ἡμῖν δὲ τῶν ἱερείων μελήσει, τῆς ἀντὶ σοῦ σφαγιασθησομένης ἅμα τῷ νεανίᾳ παντοίως, εἴ τινα εὕροιμεν ἀνταξίαν, ἐπιλεχθείσης.

καὶ ἡ Χαρίκλεια μικροῦ μὲν καὶ ἐξωλόλυξε, πρὸς τὴν δήλωσιν τῆς τοῦ Θεαγένους σφαγῆς ἐκτραχυνθεῖσα: μόγις δ̓ οὖν τὸ συμφέρον ἀντιτιθεμένη πρὸς τὸ ἐκμανὲν τοῦ πάθους καὶ διὰ τὸ χρειῶδες ἐγκαρτερῆσαι βιασαμένη, πάλιν ὑφεῖρπε τὸν σκοπόν, καὶ ὦ δέσποτα ἔλεγεν, ἀλλ̓ οὐδὲ κόρην μὲν ἴσως ἔτι ἐχρῆν σε ἐπιζητεῖν, ἅπαξ τοῦ δήμου τὸ ἱερεῖον τὸ θῆλυ δἰ ἐμοῦ συγχωρήσαντος: εἰ δ̓ οὖν προσφιλονεικοίη τις ἄρτιον καὶ ἐξ ἑκατέρου γένους ἐπιτελεῖσθαι τὴν ἱερουργίαν, ὥρα σοι μὴ κόρην μόνην ἀλλὰ καὶ νεανίαν ἄλλον ἐπιζητεῖν, ἢ

p.293
μὴ τοῦτο ποιοῦντα μηδὲ κόρην ἄλλην, ἀλλ̓ ἐμὲ πάλιν σφαγιάζειν. τοῦ δὲ εὐφήμησον εἰπόντος, καὶ τὴν αἰτίαν διότι τοῦτο λέγει πυνθανομένου, ὅτι, ἔφη, καὶ ἐμοὶ ζῶντι συζῆν καὶ θνήσκοντι συντεθνάναι τῷδε πρὸς τοῦ δαιμονίου καθείμαρται.

πρὸς ταῦτα ὁ Ὑδάσπης, οὔπω τῶν ὄντων ἐπήβολος γινόμενος, ἐπαινῶ μέν σε τῆς φιλανθρωπίας, ὦ θύγατερ, ἔφη, ξένον καὶ Ἕλληνα καὶ ἥλικα καὶ συναιχμάλωτον καὶ συνήθειαν πρὸς σὲ τὴν ἐκ τῆς ἐκδημίας κεκτημένον χρηστῶς κατελεοῦσαν καὶ περισώζειν ἐπινοοῦσαν: ἀλλ̓ οὐκ ἔστιν ὅπως ἂν ἐκεῖνος ἐξαιρεθείη τῆς ἱερουργίας. ἄλλως τε γὰρ οὐκ εὐαγὲς παντάπασι περιγραφῆναι τὸ πάτριον τῆς τῶν ἐπινικίων θυσίας: καὶ ἅμα οὐδ̓ ἂν ὁ δῆμος ἀνάσχοιτο, μόλις καὶ πρὸς τὴν ἐπὶ σοὶ συγχώρησιν θεῶν εὐμενείᾳ κινηθείς. ἡ δὴ οὖν Χαρίκλεια, ὦ βασιλεῦ, ἔφη, ʽπατέρα γάρ σε καλεῖν τάχα οὐκ ἐγγίνεται,ʼ εἰ μὲν δὴ θεῶν εὐμενείᾳ σῶμα τοὐμὸν περισέσωσται, τῆς αὐτῆς ἂν γένοιτο εὐμενείας καὶ τὴν ἐμὴν ἐμοὶ περισῶσαι ψυχήν, ἣν ἀληθῶς εἶναί μοι ψυχὴν ἐπικλώσαντες ἴσασιν. εἰ δὲ τοῦτο ἀβούλητον μοίραις εὑρίσκοιτο, καὶ δεήσει πάντως τὰ ἱερεῖα κοσμῆσαι σφαγιασθέντα τὸν ξένον, ἓν γοῦν μοι χαρίσασθαι νεῦσον: αὐτήν με κέλευσον αὐτουργῆσαι τὸ θῦμα, καὶ τὸ ξίφος ὡς κειμήλιον δεξαμένην περίβλεπτον ἐπ̓ ἀνδρείᾳ παῤ Αἰθίοψιν ἀναδειχθῆναι.

διαταραχθεὶς δὲ πρὸς ταῦτα ὁ Ὑδάσπης, ἀλλ̓ οὐ συνίημι μέν, ἔφη, τὴν πρὸς ἐναντία σου τῆς γνώμης μεταβολήν, ἀρτίως μὲν ὑπερασπίζειν τοῦ ξένου πειρωμένης, νυνὶ δὲ ὡς πολεμίου τινὸς αὐτόχειρα γενέσθαι παρακαλούσης. ἀλλ̓ οὐδὲ σεμνόν τι καὶ ἐπίδοξον, ὅσα γε πρὸς σὲ καὶ τὴν σὴν ἡλικίαν, ἐνορῶ τῇ πράξει. καὶ τούτου δὲ ὄντος, τὸ δυνατὸν οὐκ ἔστι: μόνοις γὰρ τοῖς

p.294
ἱερωμένοις τῷ τε Ἡλίῳ καὶ τῇ Σεληναίᾳ πρὸς τῶν πατρίων ἀποκεκλήρωται ἥδε ἡ πρᾶξις, καὶ τούτοις οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῦ μὲν γυναικὶ τῆς δὲ ἀνδρὶ συνοικούσης: ὥστε ἡ κατὰ σὲ παρθενία κωλύει τὴν οὐκ οἶδ̓ ὅπως γινομένην αἴτησιν. ἀλλὰ τούτου γε ἕνεκεν οὐδὲν ἐμπόδιον, ἔφη ἡ Χαρίκλεια, λάθρᾳ καὶ παρὰ τὸ οὖς τῇ Περσίνῃ προσκύψασα: ἔστι γὰρ κἀμοὶ μῆτερ ὁ τὸ ὄνομα τοῦτο πληρῶν, εἰ καὶ ὑμεῖς βουληθείητε. βουλησόμεθα, εἶπεν ἡ Περσῖνα μειδιάσασα, καὶ αὐτίκα μάλα ἐκδώσομεν, θεῶν νευόντων, σοῦ τε καὶ ἡμῶν ἄξιον ἐπιλεξάμενοι. καὶ ἡ Χαρίκλεια γεγωνότερον, οὐδὲν δεῖ ἐπιλέγειν, ἔφη, τὸν ὄντα ἤδη.