Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

τὰ μὲν δὴ κατὰ τὴν Συήνην ἐπὶ τοσόνδε πραχθέντα εἰρήσθω, παρὰ τοσοῦτον μὲν ἐλθοῦσαν κινδύνου, πρὸς τοσαύτην δὲ εὐπάθειαν ἀθρόον δἰ εὐνομίαν ἀνδρὸς ἑνὸς μεταβαλοῦσαν: ὁ δὲ Ὑδάσπης τὸ πολὺ τοῦ στρατοῦ προεκπέμψας καὶ αὐτὸς ἐπὶ τὴν Αἰθιοπίαν ἐξήλαυνε, πάντων μὲν Συηναίων πάντων δὲ Περσῶν ἄχρι πλείστου σὺν εὐφημίαις προπεμπόντων. τὰ μὲν οὖν πρῶτα ἐχώρει τῆς ὄχθης ἀεὶ τοῦ Νείλου καὶ παραποταμίας ἐχόμενος: ἐπεὶ δὲ εἰς τοὺς Καταρράκτας ἀφίκετο, θύσας τῷ Νείλῳ καὶ θεοῖς ἐνορίοις, ἐκτραπεὶς τῆς μεσογαίας

p.274
μᾶλον εἴχετο. καὶ εἰς τὰς Φίλας ἐλθὼν ἡμέρας μέν που δύο διαναπαύει τὸν στρατόν: αὖθις δὲ τὸ πολὺ τοῦ πλήθους προαποστείλας, προεκπέμψας δὲ καὶ τοὺς αἰχμαλώτους, αὐτὸς ἐπιμείνας τά τε τείχη τῆς πόλεως ὠχύρωσε, καὶ φρουρὰν ἐγκαταστήσας ἐξώρμησε. δύο δὲ ἱππέας ἐπιλέξας, οὓς ἔδει προλαβόντας καὶ κατὰ πόλιν ἢ κώμην τοὺς ἵππους ἀμείβοντας σὺν τάχει τὸ προστεταγμένον ἀνύειν, ἐπιστέλλει τοῖς κατὰ Μερόην τὴν νίκην εὐαγγελιζόμενος,

πρὸς μὲν τοὺς σοφούς, οἳ Γυμνοσοφισταὶ κέκληνται, σύνεδροί τε καὶ σύμβουλοι τῶν πρακτέων τῷ βασιλεῖ γινόμενοι, τοιάδε.

τῷ θειοτάτῳ σὐνεδρίῳ βασιλεὺς Ὑδάσπης. τὴν νίκην ὑμῖν τὴν κατὰ Περσῶν εὐαγγελίζομαι, οὐκ ἀλαζονευόμενος τὸ κατόρθωμα ʽτὸ γὰρ ὀξύρροπον τῆς τύχης ἱλάσκομαἰ, ἀλλὰ τὴν προφητείαν ὑμῶν ἀεί τε καὶ τὸ παρὸν ἐπαληθεύουσαν τῷ γράμματι προδεξιούμενος. ἥκειν ουν ὑμᾶς εἰς τὸν εἰωθότα τόπον καὶ παρακαλῶ καὶ δυσωπῶ, τὰς εὐχαριστηρίους τῶν ἐπινικίων θυσίας εὐαγεστέρας τῇ παρουσίᾳ τῷ κοινῷ τῶν Αἰθιόπων ἀποφανοῦντας.

πρὸς δὲ τὴν γυναῖκα Περσῖναν οὕτω.

νικᾶν ἡμᾶς ἴσθι, καὶ ὃ πρότερόν ἐστι παρὰ σοί, σώζεσθαι. πολυτελεῖς δὴ τὰς χαριστηρίους ἡμῖν πομπάς τε καὶ θυσίας εὐτρέπιζε, καὶ τοὺς σοφοὺς ἅμα τοῖς παῤ ἡμῶν ἐπεσταλμένοις συμπαρακαλέσασα, εἰς τὴν ἀφιερωμένην τοῖς πατρίοις ἡμῶν θεοῖς, Ἡλίῳ τε καὶ Σελήνῃ καὶ Διονύσῳ, πρὸ τοῦ ἄστεος ὀργάδα σύσπευδε.

τούτων κομισθέντων τῶν γραμμάτων ἡ μὲν Περσῖνα, τοῦτ̓ ἦν ἄρα, ἔφη, τὸ ἐνύπνιον ὃ κατὰ τὴν νύκτα ταύτην ἐθεώμην, κύειν τε οἰομένη καὶ τίκτειν ἅμα, καὶ τὸ γεννηθὲν εἶναί μου θυγατέρα γάμου παραχρῆμα ὡραίαν, διὰ μὲν τῶν ὠδίνων, ὡς ἔοικε, τὰς κατὰ τὸν πόλεμον ἀγωνίας, διὰ δὲ τῆς θυγατρὸς τὴν νίκην αἰνιττομένου τοῦ ὀνείρατος. ἀλλὰ τὴν πόλιν ἐπιόντες τῶν εὐαγγελίων ἐμπλήσατε. καὶ οἳ μὲν πρόδρομοι τὸ προστεταγμένον

p.275
ἔπραττον, καὶ τάς τε κεφαλὰς τῷ Νειλῴῳ λωτῷ καταστέψαντες καὶ φοινίκων πτόρθους ταῖς χερσὶ κατασείοντες τὰ ἐπισημότερα τῆς πόλεως καθιππεύοντο, τὴν νίκην καὶ μόνῳ τῷ σχήματι δημοσιεύοντες. ἐμπέπληστο γοῦν αὐτίκα χαρᾶς ἡ Μερόη, νύκτωρ τε καὶ μεθ̓ ἡμέραν χοροὺς καὶ θυσίας κατὰ γένη καὶ ἀγυιὰς καὶ φατρίας τοῖς θεοῖς ἀναγόντων καὶ τὰ τεμένη καταστεφόντων, οὐκ ἐπὶ τῇ νίκῃ τοσοῦτον ὅσον ἐπὶ τῇ σωτηρίᾳ τῇ τοῦ Ὑδάσπου θυμηδούντων, ἀνδρὸς δἰ εὐνομίαν τε ἅμα καὶ τὸ πρὸς τοὺς ὑπηκόους ἵλεών τε καὶ ἥμερον πατρικόν τινα ἔρωτα τοῖς δήμοις ἐνστάξαντος.

ἡ δὲ Περσῖνα βοῶν τε ἀγέλας καὶ ἵππων καὶ προβάτων ὀρύγων τε καὶ γρυπῶν καὶ ἄλλων ζώων παντοίων εἰς τὴν περαίαν ὀργάδα προπέμψασα, τὰ μὲν ὥστε ἐξ ἑκάστου γένους ἑκατόμβην εἰς τὴν θυσίαν ηὐτρεπίσθαι, τὰ δὲ ὥστε εἰς εὐωχίαν εἶναι τοῖς δήμοις, τέλος καὶ παρὰ τοὺς Γυμνοσοφιστὰς ἐλθοῦσα, οἴκησιν τὸ Πανίον πεποιημένους, τό τε παρὰ τοῦ Ὑδάσπου γράμμα ἐνεχείριζε, καὶ συμπαρεκάλει πεισθῆναί τε ἀξιοῦντι τῷ βασιλεῖ καὶ δοῦναι καὶ αὐτῇ τὸ μέρος τὴν χάριν, κόσμον τῆς πανηγύρεως τῇ παρουσίᾳ γινομένους. οἳ δὲ ὀλίγον ἐπιμεῖναι κελεύσαντες, καὶ εἰς τὸ ἄδυτον παρελθόντες εὔχεσθαι ὡς ἔθος, παρὰ θεῶν τὸ πρακτέον πυθόμενοι, μικρὸν διαλιπόντες ἐπανῆλθον. καὶ τῶν ἄλλων σιγώντων ὁ προκαθηγητὴς τοῦ συνεδρίου Σισιμίθρης, ὦ Περσῖνα, ἔλεγεν, ἡμεῖς μὲν ἥξομεν: οἱ θεοὶ γὰρ ἐπιτρέπουσι: θόρυβον δέ τινα καὶ ταραχὴν προμηνύει τὸ δαιμόνιον, ἐσομένην μὲν παρὰ τὰς θυσίας, εἰς ἀγαθὸν δὲ καὶ ἡδὺ τὸ τέλος καταστρέψουσαν, ὡς μέλους μὲν ὑμῶν τοῦ σώματος ἢ μέρους τῆς βασιλείας ἀπολωλότος, τοῦ πεπρωμένου δὲ εἰς τότε τὸ ζητούμενον ἀναφαίνοντος. καὶ ἡ Περσῖνα, τά τε φοβερά, ἔφη, καὶ πάντα τὴν πρὸς

p.276
τὸ κρεῖττον ἕξει μεταβολὴν ὑμῶν παρόντων. ἀλλ̓ ὅταν αἴσθωμαι προσάγοντα Ὑδάσπην, σημανῶ πρὸς ὑμᾶς. οὐδὲν δεῖ, ἔφη, σημαίνειν, ὁ Σισιμίθρης: ἥξει γὰρ αὔριον ὄρθριος, καὶ τοῦτό σοι γράμμα μηνύσει μικρὸν ὕστερον. καὶ ἐγίνετο οὕτως: ἄρτι γὰρ ἐπανιούσῃ τῇ Περσίνῃ, καὶ τοῖς βασιλείοις πλησιαζούσῃ, γράμμα τοῦ βασιλέως ἱππεὺς ἐνεχείριζεν, εἰς τὴν ἑξῆς ἔσεσθαι τὴν παρουσίαν αὐτοῦ σημαῖνον. κήρυκες οὖν αὐτίκα διήγγελλον τὴν γραφήν, μόνῳ τῷ ἄρρενι γένει τὴν ὑπάντησιν ἐπιτρέποντες, γυναιξὶ δὲ ἀπαγορεύοντες: ἅτε γὰρ τοῖς καθαρωτάτοις καὶ φανοτάτοις θεῶν Ἡλίῳ τε καὶ Σελήνῃ τῆς θυσίας τελουμένης, ἐπιμίγνυσθαι τὸ θῆλυ γένος οὐ νενόμιστο, τοῦ μή τινα καὶ ἀκούσιόν ποτε γενέσθαι μολυσμὸν τοῖς ἱερείοις. μόνῃ δὲ παρεῖναι γυναικῶν τῇ ἱερείᾳ τῆς σεληναίας ἐπιτέτραπτο, καὶ ἦν ἡ Περσῖνα, τῷ μὲν ἡλίῳ τοῦ βασιλέως τῇ Σεληναίᾳ δὲ τῆς βασιλίδος ἐκ νόμου καὶ ἔθους ἱερουμένων. ἔμελλε δὲ ἄρα ἡ Χαρίκλεια παρέσεσθαι τοῖς δρωμένοις οὐχ ὡς θεωρός, ἀλλ̓ ἱερεῖον ἐσομένη τῆς Σεληναίας.

ἀκατάσχετος οὖν ἡ ὁρμὴ κατειλήφει τὴν πόλιν: καὶ οὐδὲ τὴν προηγορευμένην ἡμέραν ἀναμείναντες ἀφ̓ ἑσπέρας ἐπεραιοῦντο κατὰ τὸν Ἀσταβόρραν ποταμόν, οἳ μὲν κατὰ τὸ ζεῦγμα, οἳ δὲ πορθμείοις ἐκ καλάμων πεποιημένοις, ἃ δὴ πλεῖστα καὶ κατὰ πολλὰ μέρη τῆς ὄχθης ἐσάλευε, τοῖς πορρωτέρω τῆς γεφύρας κατοικοῦσιν ἐπιτόμους διακονοῦντα τὰς περαιώσεις. ἔστι δὲ ὀξυδρομώτατα τῆς τε ὕλης ἕνεκα καὶ ἄχθους, πλὴν ὅτι δύο που καὶ τρεῖς ἄνδρας οὐκ ἀνεχόμενα: κάλαμος γάρ ἐστι δίχα τετμημένος, καὶ τομὴν ἑκάστην σκάφιον παρεχόμενος.

ἡ γὰρ δὴ Μερόη μητρόπολις οὖσα τῶν Αἰθιόπων τὰ μὲν ἄλλα ἐστὶ νῆσος τριγωνίζουσα, ποταμοῖς ναυσιπόροις, τῷ τε Νείλῳ καὶ τῷ Ἀσταβόρρᾳ καὶ τῷ

p.277
Ἀσασόβᾳ περιρρεομένη, τοῦ μὲν κατὰ κορυφὴν ἐμπίπτοντος, τοῦ Νείλου, καὶ πρὸς ἑκάτερα σχιζομένου, τῶν ἑτέρων δὲ δυοῖν κατὰ πλευρὰν ἑκατέραν θατέρου παραμειβόντων καὶ αὖθις ἀλλήλοις συμπιπτόντων, καὶ εἰς ἕνα τὸν Νεῖλον τό τε ῥεῦμα καὶ τοὔνομα ἐκνικωμένων: μέγεθος δὲ οὖσα μεγίστη, καὶ ἤπειρον ἐν νήσῳ σοφιζομένη ʽτρισχιλίοις γὰρ τὸ μῆκος, εὖρος δὲ χιλίοις περιγράφεται σταδίοισ̓, ζώων τε παμμεγεθῶν τῶν τε ἄλλων καὶ ἐλεφάντων ἐστὶ τροφός, καὶ δένδρα παραλλάττοντα ἢ κατ̓ ἄλλας φέρειν ἀγαθή. ἐκτὸς γὰρ ὅτι φοίνικές τε ὑπερμήκεις καὶ τὴν βάλανον εὔστομοί τε καὶ ὑπέρογκοι, σίτου τε καὶ κριθῶν στάχυες τὴν μὲν αὔξησιν ὥστε καὶ ἱππέα πάντα καὶ καμηλίτην ἔστιν ὅτε καλύπτειν, τὸν δὲ καρπὸν ὥστε εἰς τριακόσια τὸ καταβληθὲν ἐκφέρειν, καὶ τὸν κάλαμον φύει τοιοῦτον οἷος εἴρηται.

τότε δ̓ οὖν διὰ πάσης νυκτὸς ἄλλοι κατ̓ ἄλλο τὸν ποταμὸν διαπεραιωθέντες, προαπαντῶντες καὶ ἴσα καὶ θεὸν εὐφημοῦντες ἐδεξιοῦντο τὸν Ὑδάσπην. οὗτοι μὲν δὴ καὶ πορρωτέρω, μικρὸν δὲ πρὸ τῆς ὀργάδος ἐντυχόντες οἱ Γυμνοσοφισταὶ δεξιάς τε ἐνέβαλλον καὶ φιλήμασιν ἠσπάζοντο. μετὰ δὲ τούτους ἡ Περσῖνα τοῦ νεώ τε ἐν προπύλοις καὶ περιβόλων ἐντός. κἀπειδὴ προσπεσόντες τοὺς θεοὺς προσεκύνησαν καὶ τὰς χαριστηρίους εὐχὰς ὑπὲρ τῆς νίκης καὶ σωτηρίας ἐτέλεσαν, ἐκτὸς περιβόλων ἐλθόντες ἐπὶ τὴν δημοτελῆ θυσίαν ἐτρέποντο, κατὰ τὴν προηυτρεπισμένην ἐν τῷ πεδίῳ σκηνὴν προκαθίσαντες, ἣν τέσσαρες ἐπλήρουν νεότμητοι κάλαμοι, σχήματος τετραπλεύρου γωνίαν ἑκάστην ἑνὸς καλάμου κίονος δίκην ἐρείδοντος, καὶ κατὰ τὰς ἄκρας εἰς ἀψῖδα περιαγομένου, καὶ τοῖς ἄλλοις ἅμα φοινίκων ἔρνεσι συμπίπτοντος, καὶ τὸ ὑποκείμενον ὀροφοῦντος.

p.278
καθ̓ ἑτέραν δὲ σκηνὴν πλησίον ἐφ̓ ὑψηλῆς μὲν κρηπῖδος θεῶν τε ἐγχωρίων ἀγάλματα καὶ ἡρώων εἰκόνες προύκειντο, Μέμνονός τε καὶ Περσέως καὶ Ἀνδρομέδας, οὓς γενάρχας ἑαυτῶν οἱ βασιλεύοντες Αἰθιόπων νομίζουσι: χθαμαλώτεροι δὲ καὶ οἷον ὑπὲρ κορυφῆς τὰ θεῖα πεποιημένοι, κατὰ τῆς δευτερευούσης κρηπῖδος οἱ Γυμνοσοφισταὶ ἐπεκάθηντο. τούτων ἑξῆς ὁπλιτῶν φάλαγξ εἰς κύκλον περιεστοίχιστο, ταῖς ἀσπίσιν ὠρθωμέναις καὶ ἀλλήλων ἐχομέναις ἐπερειδομένη, τό τε πλῆθος ἐξόπισθεν ἀναστέλλουσα καὶ τὸ μεσεῦον ἀνενόχλητον τοῖς ἱερουργουμένοις παρασκευάζουσα. μικρὰ δὲ δὴ προδιαλεχθεὶς πρὸς τὸν δῆμον ὁ Ὑδάσπης, καὶ τήν τε νίκην καὶ τὰ ὑπὲρ τοῦ κοινοῦ κατορθωθέντα καταγγείλας, ἔχεσθαι τῆς θυσίας τοῖς ἱεροποιοῖς ἐκέλευε. τριῶν δὴ βωμῶν τῶν πάντων εἰς ὕψος ᾐρμένων, καὶ τῶν μὲν δυοῖν κεχωρισμένως Ἡλίῳ τε καὶ Σελήνῃ συνεζευγμένων, τοῦ τρίτου δὲ τῷ Διονύσῳ καθ̓ ἕτερον μέρος ἰδιάζοντος, τούτῳ μὲν παντοῖα ζῶα ἐπέσφαττον, διὰ τὸ πάνδημον, οἶμαι, τοῦ θεοῦ καὶ πᾶσι κεχαρισμένον ἐκ ποικίλων τε καὶ παντοίων ἱλασκόμενοι, ἐπὶ δὲ τῶν ἑτέρων Ἡλίῳ μὲν τέθριππον λευκὸν ἐπῆγον, τῷ ταχυτάτῳ τῶν θεῶν, ὡς ἔοικε, τὸ τάχιστον καθοσιοῦντες, τῇ Σεληναίᾳ δὲ ξυνωρίδα βοῶν, διὰ τὸ περίγειον, ὡς ἔοικε, τῆς θεοῦ τοὺς γηπονίᾳ συνεργοὺς καθιεροῦντες.

καὶ ἔτι τούτων δρωμένων βοή τις ἀθρόον ἠγείρετο συμμιγής τε καὶ ταραχώδης καὶ οἷα εἰκὸς ὑπὸ πλήθους ἀπείρου ἀνθρώπων συγκλύδων, τὰ πάτρια τελείσθω τῶν περιεστώτων ἐκβοώντων, ἡ νενομισμένη θυσία λοιπὸν ὑπὲρ τοῦ ἔθνους τελείσθω, αἱ ἀπαρχαὶ τοῦ πολέμου τοῖς θεοῖς προσαγέσθωσαν. συνεὶς οὖν ὁ Ὑδάσπης ὅτι τὴν ἀνθρωποκτονίαν ἐπιζητοῦσιν, ἣν ἐπὶ ταῖς

p.279
κατὰ τῶν ἀλλοφύλων νίκαις μόναις ἐκ τῶν ἁλισκομένων ἐπιτελεῖν εἰώθεσαν, κατασείσας τῇ χειρὶ καὶ αὐτίκα τὸ αἰτούμενον ἔσεσθαι τοῖς νεύμασι σημήνας, τοὺς εἰς τοῦτο πάλαι ἀποκεκληρωμένους αἰχμαλώτους ἄγεσθαι προσέταττεν. ἤγοντο οὖν οἵ τε ἄλλοι καὶ ὁ Θεαγένης καὶ ἡ Χαρίκλεια, τῶν τε δεσμῶν λελυμένοι καὶ κατεστεμμένοι, κατηφεῖς μέν, οἷα εἰκός, οἱ ἄλλοι, καὶ ὁ Θεαγένης δ̓ ἐπ̓ ἔλαττον, ἡ Χαρίκλεια δὲ καὶ φαιδρῷ τῷ προσώπῳ καὶ μειδιῶντι, συνεχές τε καὶ ἀτενὲς εἰς τὴν Περσῖναν ἀφορῶσα, ὥστε κἀκείνην παθεῖν τι πρὸς τὴν ὄψιν. καὶ βύθιόν τι στενάξασα, ὦ ἄνερ, εἶπεν, οἵαν κόρην εἰς τὴν θυσίαν ἐπιλέλεξαι. οὐκ οἶδα ἰδοῦσα τοιοῦτον κάλλος. ὡς δὲ καὶ εὐγενὴς τὸ βλέμμα, ὡς δὲ καὶ μεγαλόφρων πρὸς τὴν τύχην, ὡς δὲ ἐλεεινὴ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς. εἰ περιεῖναι συνέβαινεν ἡμῖν τὸ ἅπαξ μοι κυηθὲν καὶ κακῶς ἀπολωλὸς θυγάτριον, ἐν ἴσοις που ταύτῃ τοῖς ἔτεσιν ἐξητάζετο. ἀλλ̓ εἴθε γε, ὦ ἄνερ, ἐνῆν πως ἐξελέσθαι τὴν κόρην. πολλὴν ἂν ἔσχον παραψυχὴν διακονουμένης μοι τοιαύτης. ἴσως δέ που καὶ Ἑλληνίς ἐστιν ἡ ἀθλία: τὸ γὰρ πρόσωπον οὐκ Αἰγυπτίας. Ἑλληνὶς μέν, ἔφη πρὸς αὐτὴν ὁ Ὑδάσπης, καὶ πατέρων οὓς λέξει τὸ παρόν. δεῖξαι γὰρ οὐκ ἂν ἔχοι: πόθεν; καίτοι γε ἐπηγγέλλετο. ῥυσθῆναί γε μὴν τῆς θυσίας ἀδύνατος: καίτοι γε ἐβουλόμην, πεπονθώς τι καὶ αὐτὸς οὐκ οἶδ̓ ὅπως, καὶ κατελεῶν τὴν κόρην. ἀλλ̓ οἶσθα ὡς ἄρρενα μὲν τῷ Ἡλίῳ θήλειαν δὲ τῇ Σεληναίᾳ προσάγειν τε καὶ ἱερουργεῖν ὁ νόμος βούλεται. ταύτης δὴ πρώτης αἰχμαλώτου μοι προσαχθείσης καὶ εἰς τὴν νῦν θυσίαν ἀποκληρωθείσης ἀπαραίτητος ἂν γένοιτο πρὸς τὸ πλῆθος ἡ ὑπέρθεσις. ἓν μόνον ἂν βοηθήσειεν, εἰ τῆς ἐσχάρας ἣν οἶσθα ἐπιβᾶσα, μὴ ἁγνεύουσά πως ὁμιλίας τῆς πρὸς ἄνδρας ἐλεγχθείη, καθαρὰν εἶναι τὴν
p.280
προσκομιζομένην τῇ θεῷ, καθάπερ οὖν καὶ τὸν Ἡλίῳ, τοῦ νόμου κελεύοντος, ἐπὶ δὲ τῆς τοῦ Διονύσου θυσίας ἀδιαφοροῦντος. ἀλλ̓ ὅρα, εἰ προσομιλήσασά τῳ φωραθείη πρὸς τῆς ἐσχάρας, μὴ οὐκ εὐπρεπὲς ᾖ τὴν τοιάνδε εἰς τὸν οἶκον εἰσδέξασθαι. καὶ ἡ Περσῖνα, φωραθείη, ἔφη, καὶ σωθείη μόνον: αἰχμαλωσία καὶ πόλεμος καὶ τοσοῦτος τῆς ἐνεγκούσης ἐξοικισμὸς ἀνέγκλητον ποιεῖ τὴν προαίρεσιν, καὶ πλέον ἐπὶ ταύτης, ἐν τῷ κάλλει τὴν καθ̓ ἑαυτῆς βίαν, εἰ καί τι τοιοῦτον ὑπέστη, περιαγούσης.