Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ἐπειδὴ δὲ κἀμοὶ λόγου μεταδεδώκατε, καὶ τοῦτο πρῶτον ἔνδειγμα φιλανθρωπίας παρέχεσθε, τὸ πειθοῖ μᾶλλον ἢ βίᾳ τῶν δικαίων πειρᾶσθαι τυγχάνειν, ἄλλως τε διότι καὶ τὸ πᾶν εἰς ἐμὲ τείνει τῶν εἰρημένων, ἐκβαίνειν ἀναγκάζομαι τοὺς ἐμαυτῆς τε καὶ παρθένων νόμ̔??ʼυς, καὶ πρὸς τὴν πεῦσιν τοῦ κρατοῦντος ἀποκρίνασθαι, περὶ γάμου καὶ ταῦτα καὶ ἐν ὁμίλῳ τοσούτων ἀνδρῶν. ἔστι δὲ τὰ περὶ ἡμῶν τοιάδε. γένος μέν ἐσμεν Ἴωνες, Ἐφεσίων δὲ τὰ πρῶτα γεγονότες καὶ ἀμφιθαλεῖς ὄντες, νόμου τοὺς τοιούτους καλοῦντος ἱερατεύειν, ἐγὼ μὲν Ἀρτέμιδος, Ἀπόλλωνος δὲ ὁ ἐμὸς ἀδελφὸς οὗτος ἐλαγχάνομεν. ἐπετείου δὲ τῆς τιμῆς οὔσης καὶ τοῦ χρόνου πληρουμένου θεωρίαν εἰς Δῆλον ἤγομεν, ἔνθα μουσικούς τε καὶ γυμνικοὺς ἀγῶνας διαθήσεσθαι καὶ τὴν ἱερωσύνην ἀποθήσεσθαι κατά τι-πάτριον ἐμέλλομεν.

p.28
ὁλκὰς οὖν ἐπληροῦτο χρυσοῦ τε καὶ ἀργύρου καὶ ἐσθήτων καὶ τῶν ἄλλων ὅσα πρός τε τοὺς ἀγῶνας καὶ τὴν πάνδημον εὐωχίαν ἐπαρκέσειν ἔμελλε, καὶ ἀνηγόμεθα, τῶν μὲν πατέρων γήραι τε προηκόντων καὶ δέει τοῦ πλοῦ καὶ τῆς θαλάττης οἴκαδε καταμεινάντων, ἄλλων δὲ πολιτῶν εἰς πλῆθος τῶν μὲν κατὰ τὴν αὐτὴν ὁλκάδα συνεισβάντων, τῶν δὲ σκάφεσιν ἰδίοις χρωμένων. ἐπεὶ δὲ τὸ πολὺ τοῦ πλοῦ διήνυστο, κλυδώνιον ἀθρόως ἐμπεσὸν καὶ ἄνεμος ἐξ̔??ʼστης καὶ λαίλαπες συμμιγεῖς καὶ πρηστῆρες τὴν θάλατταν καταιγίζουσαι, τὴν ναῦν τοῦ εὐθέος παραφέρουσι, τοῦ κυβερνήτου πρὸς τὸ ὑπερβάλλον κακὸν ἐνδόντος καὶ τῷ βιαίῳ τῆς ὁλκάδος ἐκστάντος καὶ τῇ τύχῃ κυβερνᾶν ἐπιτρέψαντος. ἠγόμεθα οὖν ὑπ̔??ʼ τοῦ ἀεὶ πνέοντος ἡμέρας μὲν ἑπτὰ νύκτας δὲ ἴσας, καὶ τέλος εἰς τὴν ἀκτὴν ἐξωκείλαμεν ἔνθα πρὸς ὑμῶν ἑάλωμεν: οὗ καὶ τὸν πολὺν ἑωράκατε φόνον, τῶν ναυτῶν ἡμῖν παρὰ τὴν εὐωχίαν, ἣν ἐπὶ σωτηρίοις ἤγομεν, ἐπιθεμένων, ἀνελεῖν τε διὰ τὰ χρήματα βουλευσαμένων, ἕως σὺν πολλῷ τῷ κακῷ καὶ ὀλέθρῳ τῶν οἰκείων ὁμοῦ πάντων, αὐτῶν δὲ ἐκείνων ὀλλύντων καὶ ὀλλυμένων, ἐπεκρατήσαμεν ἐξ ἁπάντων, ὡς μή ποτε ὄφελον, οἰκτρὸν περισωθέντες λείψανον, ἓν μόνον ἐν δυστυχήμασιν εὐπραγοῦντες, ὅτι θεῶν τις εἰς χεῖρας τὰς ὑμετέρας ἤγαγε καὶ οἱ περὶ θανάτου δεδιότες περὶ γάμου σκοπεῖν ἐπετράπημεν, ὃν οὐ βούλομαι κατ̓ οὐδένα τρόπον ἀρνήσασθαι: τό τε γὰρ αἰχμάλωτον οὖσαν τῆς τοῦ κρατοῦντος εὐνῆς ἀξιοῦσθαι πᾶσαν εὐδαίμονα τύχην ὑπερβέβληκε, τό τε θεοῖς ἀνακειμένην προφήτου παιδὶ μετ̓ ὀλίγον θεοῦ νεύοντος καὶ προφήτῃ συνοικεῖν οὐ παντάπασιν ἔοικεν εἶναι τῆς ἐκ τοῦ θείου κηδεμονίας ἄμοιρον. ἕν μόνον αἰτῶ, καὶ δὸς ὦ Θύαμι. συγχώρησον εἰς ἄστυ με πρότερον ἐλθοῦσαν,
p.29
ἢ ἔνθα βωμὸς ἢ ναὸς Ἀπόλλωνι νενόμισται, τὴν ἱερωσύνην καὶ τὰ ταύτης ἀποθέσθαι σύμβολα. βέλτιον μὲν γὰρ εἰς Μέμφιν, ὅταν καὶ τὴν τιμὴν ἀνακτήσῃ τῆς προφητείας: οὕτω καὶ ὁ γάμος εὐθυμότερος ἂν ἄγοιτο, νίκῃ συναπτόμενος καὶ ἐπὶ κατορθουμένοις τελούμενος: εἰ δὲ καὶ πρότερον, ἐν σοὶ καταλείψω τὴν σκέψιν. μόνον τελεσθείη μοι τὰ πάτρια πρότερον. καὶ οἶδα ὡς ἐπινεύσεις, ἱεροῖς τε ἐκ παίδων, ὡς φῄς, ἀνακείμενος, καὶ τὸ περὶ τοὺς θεοὺς ὅσιον ἀποσεμνύνων.

καὶ ἣ μὲν ἐνταῦθα τῶν λόγων ἐπαύσατο, δακρύων δὲ ἤρξατο: τῶν δὲ παρόντων οἱ μὲν ἄλλοι πάντες ἐπῄνουν, καὶ πράττειν οὕτως ἐκέλευόν τε καὶ ἑτοίμως ἔχειν ἐβόων, ἐπῄνει δὲ καὶ ὁ Θύαμις, ἑκών τε τὸ μέρος καὶ ἄκων, ὑπὸ μὲν τῆς περὶ τὴν Χαρίκλειαν ἐπιθυμίας καὶ τὴν παροῦσαν ὥραν ἀπέραντον χρόνου μῆκος εἰς ὑπέρθεσιν ἡγούμενος, ὑπὸ δὲ τῶν λόγων ὥσπερ τινὸς σειρῆνος κεκηλημένος καὶ πρὸς τὸ πείθεσθαι κατηναγκασμένος, ἅμα δέ τι καὶ πρὸς τὸ ἐνύπνιον ἀναφέρων, καὶ τὸν γάμον κατὰ τὴν Μέμφιν ἔσεσθαι καταπιστεύων. καὶ διαλύει μὲν τὸν σύλλογον, τὴν λείαν πρότερον διανείμας, πολλὰ τῶν ἐξαιρέτων αὐτὸς ἑκοντὶ παραχωρούντων κομισάμενος:

ἐπιστέλλει δὲ εἰς δεκάτην ηὐτρεπισμένους εἶναι, τὴν ὁρμὴν ὡς ἐπὶ τὴν Μέμφιν ποιησομένους. τοῖς δὲ Ἕλλησι τὴν προτέραν ἀπεκλήρου σκηνήν. συνεσκήνου δὲ αὐτοῖς καὶ ὁ Κνήμων αὖθις ἐκ προστάγματος, οὐ φρουρὸς ἔτι τὸ ἐντεῦθεν ἀλλὰ συνόμιλος ἀποδεδειγμένος. καὶ δίαιτάν τε ἁβροτέραν τῆς οὔσης παρεῖχεν ὁ Θύαμις, καὶ δὴ καὶ τὸν Θεαγένην εἰς αἰδῶ τῆς ἀδελφῆς ὁμοδίαιτον ἐποιεῖτο. αὐτὴν δὲ τὴν Χαρίκλειαν οὐδὲ ὁρᾶν τὰ πολλὰ διεγνώκει, τοῦ μὴ τὴν θέαν ὑπέκκαυμα

p.30
γίνεσθαι τοῦ ἐγκειμένου πόθου, καὶ πρᾶξαί τι παρὰ τὰ δόξαντα καὶ προδηλωθέντα καταναγκασθείη.

καὶ ὁ μὲν Θύαμις ἐκ τούτων παρῃτεῖτο τὴν ὄψιν τῆς κόρης, οὐ δυνατὸν βλέπειν ἅμα καὶ σωφρονεῖν ἡγούμενος: ὁ δὲ Κνήμων, ἐπειδὴ τάχιστα πάντες ἐκποδὼν ἦσαν ἄλλος κατ̓ ἄλλο τῆς λίμνης καταδύντες, ἣν τῷ Θεαγένει βοτάνην ὑπέσχετο τῇ προτεραίᾳ, μαστεύων ὀλίγον τῆς λίμνης ἄπωθεν ἐπορεύετο.

κἀν τούτῳ σχολῆς ἐπιλαβόμενος ὁ Θεαγένης ἐδάκρυέ τε καὶ ἀνῴμωζε, πρὸς μὲν τὴν Χαρίκλειαν οὐδ̓ ὁτιοῦν διαλεγόμενος, θεοὺς δὲ συνεχῶς ἐπικαλούμενος μάρτυρας. τῆς δέ, εἰ τὰ συνήθη καὶ κοινὰ ταῦτα θρηνεῖ πυνθανομένης, ἢ μή τι πεπόνθοι καινότερον, καὶ τί γένοιτ̓ ἄν, ἔφη ὁ Θεαγένης, καινότερον ἢ τί ἀθεμιστότερον ὅρκων μὲν καὶ σπονδῶν παραβαινομένων, Χαρικλείας δὲ λήθην ἐμοῦ λαβούσης καὶ πρὸς ἄλλων γάμους ἐπινευούσης; εὐφήμησον, ἔφη ἡ κόρη, μηδέ μοι γίνου τῶν συμφορῶν βαρύτερος, μηδὲ τοσαύτην ἔχων ἐκ τῶν παρελθόντων τὴν κατ̓ ἐμοῦ διὰ τῶν ἔργων δοκιμασίαν, ἐκ λόγων ἐπικαίρων καὶ πρός τι χρειῶδες εἰρημένων ἄγε δἰ ὑποψίας. εἰ δὲ μή, γίνεται τοὐναντίον, καὶ μᾶλλον αὐτὸς μεταβάλλεσθαι δόξεις ἢ μεταβαλλομένην εὑρήσεις. ἐγὼ γὰρ δυστυχεῖν μὲν οὐκ ἀρνοῦμαι, μὴ σωφρονεῖν δὲ οὐδὲν οὕτω βίαιον ὥστε με μεταπεισθῆναι. ἓν μόνον οἶδα μὴ σωφρονοῦσα, τὸν ἐξ ἀρχῆς ἐπὶ σοὶ πόθον, ἀλλὰ καὶ τοῦτον ἔννομον. οὐ γὰρ ὡς ἐραστῇ πειθομένη ἀλλ̓ ὡς ἀνδρὶ συνθεμένη τό τε πρῶτον ἐμαυτὴν ἐπέδωκα, καὶ εἰς δεῦρο διετέλεσα καθαρὰν ἐμαυτὴν καὶ ἀπὸ τῆς σῆς ὁμιλίας φυλάττουσα, πολλάκις μὲν ἐπιχειροῦντα διωσαμένη, τὸν δὲ ἐξ ἀρχῆς ἡμῖν συγκείμενόν τε καὶ ἐνώμοτον ἐπὶ παισὶ γάμον ἔνθεσμον εἴ πῃ γένοιτο περισκοποῦσα. πῶς οὖν οὐκ ἂν εἴης

p.31
ἄτοπος, εἰ τὸν βάρβαρόν με τοῦ Ἕλληνος, τὸν λῃστὴν τοῦ ἐρωμένου πιστεύοις ἐπίπροσθεν ἄγειν; τί οὖν ἐβούλετό σοι τὰ τῆς καλῆς δημηγορίας ἐκείνης; ἔφη ὁ Θεαγένης. τὸ μὲν γὰρ ἀδελφόν με σαυτῆς ἀναπλάττειν σοφὸν εἰς ὑπερβολήν, καὶ πόρρω τὸν Θύαμιν τῆς ἐφ̓ ἡμῖν ζηλοτυπίας ἀπάγον, καὶ συνεῖναι ἡμᾶς ἀλλήλοις ἀδεῶς παρασκευάζον. συνίην καὶ τῆς Ἰωνίας καὶ τῆς κατὰ τὴν Δῆλον πλάνης, ὅτι τῶν ὄντων ἦν καὶ ἀληθῶν ἐπικαλύμματα, καὶ πλάνην τῷ ὄντι τοῖς ἀκούουσιν ἐπάγοντα.

τὸ δὲ ἑτοίμως οὕτως ἐπινεύειν τὸν γάμον καὶ συντίθεσθαι διαρρήδην καὶ καιρὸν ὁρίζειν, ταῦτα συμβάλλειν οὔτε ἐδυνάμην οὔτε ἐβουλόμην. εὐχόμην δὲ καταδῦναι μᾶλλον ἢ τοιαύτην ἐπιδεῖν τῶν ἐπὶ σοὶ πόνων τε καὶ ἐλπίδων τὴν τελευτήν. καὶ ἡ Χαρίκλεια περιβαλοῦσα τὸν Θεαγένην καὶ μυρία φιλήσασα καὶ διάβροχον ποιήσασα τοῖς δάκρυσιν, ὡς ἥδιστα, ἔφη, δέχομαί σου τοὺς ἐπ̓ ἐμοὶ τούτους φόβους: εὔδηλος γὰρ εἶ κἀκ τούτων μὴ ὀκλάσας τὸν ἐπ̓ ἐμοὶ πόθον ὑπὸ τῶν πολλῶν συμφορῶν. ἀλλ̓ εὖ ἴσθι, Θεάγενες, οὐδ̓ ἂν τὸ παρὸν τοῦτο ἀλλήλοις διελεγόμεθα, μὴ τούτων οὕτως ἐπηγγελμένων. ὁρμὴν γάρ, ὡς οἶσθα, κρατούσης ἐπιθυμίας μάχη μὲν ἀντίτυπος ἐπιτείνει, λόγος δὲ εἴκων καὶ πρὸς τὸ βούλημα συντρέχων τὴν πρώτην καὶ ζέουσαν φορὰν ἀνέστειλε καὶ τὸ κάτοξυ τῆς ὀρέξεως τῷ ἡδεῖ τῆς ἐπαγγελίας κατεύνασε. πρώτην γάρ, ὡς οἶμαι, πεῖραν οἱ ἀγροικότερον ἐρῶντες τὴν ὑπόσχεσιν νομίζουσι, καὶ κρατεῖν, ἐπὸ τῆς ἐπαγγελίας ἡγούμενοι πραότερον διάγουσιν, ἐπὶ τῶν ἐλπίδων σαλεύοντες. ἃ δὴ καὶ αὐτὴ προμηθουμένη τοῖς λόγοις ἐμαυτὴν ἐξεδόμην, θεοῖς τὰ ἑξῆς ἐπιτρέψασα καὶ δαίμονι τῷ τὴν ἀρχὴν λαχόντι τὸν ἡμέτερον ἐπιτροπεύειν ἔρωτα. πολλὰ μία ἡμέρα καὶ

p.32
δύο πολλάκις ἔδοσαν τῶν εἰς σωτηρίαν, καὶ τύχαι παρέσχον ἃ βουλαῖς ἄνθρωποι μυρίαις οὐκ ἐξεῦρον. τοῦτό τοι καὶ αὐτὴ τὸ παρὸν ἐπινοίαις ὑπερεθέμην, τὰ πρόδηλα τοῖς ἀδήλοις διακρουσαμένη. φυλακτέον οὖν, ὦ γλυκύτατε, καθάπερ πάλαισμα τὸ πλάσμα, καὶ σιγητέον οὐ πρὸς τοὺς ἄλλους μόνον ἀλλὰ καὶ πρὸς αὐτὸν Κνήμωνα. φιλάνθρωπος μὲν γάρ ἐστι περὶ ἡμᾶς καὶ Ἕλλην, ἀλλ̓ αἰχμάλωτος καὶ τῷ κρατοῦντι πλέον, ἂν οὕτω τύχῃ, χαριούμενος. οὔτε γὰρ φιλίας χρόνος οὔτε ἀγχιστείας θεσμὸς ἐνέχυρον ἡμῖν ἀκριβὲς τῆς πίστεως αὐτοῦ τῆς περὶ ἡμᾶς δίδωσι. διὸ κἂν ἔκ τινος ὑπονοίας ἐπιψαύσῃ ποτὲ τῶν ἡμετέρων, ἀρνητέον τὴν πρώτην. καλὸν γάρ ποτε καὶ τὸ ψεῦδος, ὅταν ὠφελοῦν τοὺς λέγοντας μηδὲν καταβλάπτῃ τοὺς ἀκούοντας.

ταῦτα τῆς Χαρικλείας καὶ τοιαῦτα πρὸς τὸ βέλτιστον ὑποτιθεμένης, ὁ Κνήμων εἰστρέχει λίαν ἐσπουδασμένως καὶ πολὺν ἐκ τῶν ὄψεων θόρυβον ἐπαγγελλόμενος. καὶ ὦ Θεάγενες, τὴν μὲν πόαν ἥκω σοι φέρων, ἔλεγε, καὶ θεράπευε τὰς πληγὰς ἐπιθέμενος: χρὴ δὲ πρὸς ἕτερα τραύματα καὶ φόνους ἴσους εἶναι παρεσκευασμένους. τοῦ δὲ σαφέστερον ὅ τι ποτὲ λέγοι δηλοῦν ἱκετεύοντος, οὐ καιρός, ἔφη, τὸ παρὸν ἀκούειν: δέος γὰρ προληφθῆναι τοὺς λόγους ὑπὸ τῶν ἔργων. ἀλλ̓ ἕπου τὴν ταχίστην. συνεπέσθω δὲ καὶ ἡ Χαρίκλεια. καὶ παραλαβὼν ἄμφω παρὰ τὸν Θύαμιν ἦγε. καὶ κράνος τι διασμῶντα καὶ παλτὸν θήγοντα καταλαβών, εἰς καιρόν, ἔφη, πρὸς ὅπλοις τυγχάνεις. ἀλλ̓ αὐτός τε ἔνδυναι καὶ τοὺς ἄλλους κέλευε: πλῆθος γὰρ πολεμίων ὅσον οὐδέπω περὶ ἡμᾶς, καὶ τοσοῦτον ἀπολειπόμενον ὅσον τοῦ λόφου τοῦ πλησίον ὑπερκύπτοντας προϊδὼν ἥκω δρομαῖος τὴν ἔφοδον προμηνύσων, οὐδὲν τάχους ἀνείς,

p.33
ἀλλὰ καὶ ὅσους ἐδυνάμην ἐν τῷ διέκπλῳ τῷ μέχρι δεῦρο παρασκευάζεσθαι διαγγείλας.

ἀνήλατο πρὸς ταῦτα ὁ Θύαμις, καὶ ποῦ Χαρίκλεια διηρώτα, καθάπερ περὶ ἐκείνης πλέον ἢ περὶ αὑτοῦ δεδιώς. ἐπεὶ δὲ ἐπὶ τῇ φλιᾷ τῇ πλησίον ὑπεσταλμένην ἔδειξεν ὁ Κνήμων, σὺ μὲν λαβὼν ταύτην ἄγε εἰς τὸ σπήλαιον, πρὸς μόνον ἔλεγεν, οὗ καὶ τὰ κειμήλια ἡμῖν ἐν ἀσφαλεῖ τεθησαύρισται, καὶ καθείς, ὦ φίλος, καὶ τῷ στομίῳ τὸ πῶμα ὡς ἔθος ἐπαγαγὼν ἧκε τὴν ταχίστην ὡς ἡμᾶς: ὁ δὲ πόλεμος ἡμῖν μελήσει. τὸν δὲ ὑπασπιστὴν ἱερεῖον ἄγειν προσέταττεν, ὡς ἂν θεοῖς ἐγχωρίοις ἐναγίσαντες οὕτω τῆς μάχης ἄρχοιεν.

καὶ ὁ μὲν Κνήμων τὸ προστεταγμένον ἔπραττε, καὶ πολλὰ τὴν Χαρίκλειαν ὀδυρομένην καὶ θαμὰ πρὸς τὸν Θεαγένην ἐπιστρέφουσαν ἦγέ τε καὶ ἐς τὸ ἄντρον ἐνέβαλε. τὸ δὲ ἦν οὐ φύσεως ἔργον, οἷα πολλὰ περὶ γῆν τε καὶ ὑπὸ γῆν αὐτόματα σηραγγοῦται, ἀλλὰ τέχνης λῃστρικῆς τὴν φύσιν μιμησαμένης καὶ χειρῶν Αἰγυπτίων ὄρυγμα, πρὸς σύλων φυλακὴν περιέργως κοιλαινόμενον.