Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(21)τεταρταικοὺς δὲ ὠφελοῦσιν ἀρνογλώσσου ῥίζαι 〈δ′ λεῖαι〉 ἐν οἴνῳ πινόμεναι· ἱερᾶς βοτάνης 〈τὸ〉 τέταρτον γόνυ ἀπὸ τῆς γῆς ἀφαιρεθὲν καὶ τριβὲν λεῖον σὺν οἴνῳ καὶ δοθέν· ἀσφάλτου 〈· α′ μετὰ καστορίου ὀβολοῦ, γλυκυρρίζης 〈· β′ μεθ’ ὕδατος κο′ α′· ἡλιοτροπίου τοῦ μεγάλου κόκκοι δ′ σὺν οἴνῳ, κόρεις οἱ ἐκ τῆς κλίνης δ′ ἐντεθέντες εἰς τὰ τῶν κυάμων βρώματα καὶ καταποθέντες·

πενταφύλλου φύλλα δ′ μεθ’ ὑδρομέλιτος ἢ οἴνου, ὑπερικοῦ τοῦ κόρεως λεγομένου τὸ σπέρμα μετ’ οἴνου. ἱστορεῖται δὲ καὶ οὖρον ὠφελεῖν τὸ ἴδιον πινομένων κυ′ δ′ προεμημεκόσιν· δεῖ δὲ φυλάσσειν αὐτὸ ἐν σταμνίῳ. τὸ αὐτὸ δὲ ποιεῖ καὶ παιδὸς οὖρον ἀφθόρου μέχρι πέντε πόσεων.