Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
(20)πρὸς δὲ τοὺς τριταικοὺς ἁρμόζει πόματα λαμβανόμενα πρὸ μιᾶς ὥρας τῆς ἐπισημασίας προεγχριομένων καὶ ἀνατριβομένων τῶν ἄκρων· τριφύλλου σπέρματος κοκκία τρία κηρῷ περιπλασθέντα καὶ καταποθέντα ἐπὶ τρίς, τὰ πάντα ἐννέα· ἀρνογλώσσου ῥίζαι ἁδραὶ τρεῖς μετ’ οἴνου πινόμεναι, ἱερᾶς βοτάνης τὸ τρίτον γόνυ ἀπὸ τῆς γῆς ἀφαιρεθὲν καὶ διδόμενον·
ποιεῖ καὶ σίλφιον κηρῷ περιπλασθὲν λευκῷ καὶ καταποθέν· ἐπιρροφείτωσαν δὲ ὕδωρ θερμὸν ἢ οἶνον· ἡλιοτροπίου τοῦ μεγάλου κόκκοι γ′ σὺν οἴνῳ, ὀνοβρυχὶς σὺν οἴνῳ, πενταφύλλου φύλλα γ′ μετ’ οἴνου ἢ ὑδρομέλιτος ποτιζόμενα, πέπερι λεῖον μετὰ ὕδατος πινόμενον.