Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
τεταρταῖον δὲ παύει πρὸ τῆς ἐπισημασίας ὀξυπόρου χρῖσις καθ’ ὅλον τὸ σῶμα, καὶ μετὰ τοῦτο πόσις τοῦ αὐτοῦ φαρμάκου, ἢ λιβανωτίδος ῥίζης 〈· α′ ἐν οἴνου ἡμικοτυλίῳ μικρῷ πρότερον τῆς λήμψεως· καὶ συμπεριβάλλων ἄφες ἡσυχάσαι, καὶ οὐ μὴ ῥιγώσῃ· προαναλείφεσθαι δὲ 〈δεῖ〉 λίπει, καὶ ἱδρώσει πολύ.
(22)κοινῶς δὲ πρὸς πάσας περιόδους καὶ ῥίγη ποιεῖ κινοῦντα ἱδρῶτας· σμυρνίου σπέρμα μετ’ οἴνου, ὀπὸς σιλφίου ἀγρίου καὶ ἡμέρου 〈σὺν〉 μέλιτι ἑφθῷ περιχριόμενος καὶ καταπινόμενος,
πηγάνου ἀγρίου καὶ ἡμέρου σπέρμα σὺν οἴνῳ, ἀριστολοχείας ῥίζης 〈· α ′ σὺν οἴνῳ, σμύρνης ὅσον κυάμου 〈μέγεθος〉, πέπερι σὺν οἴνῳ, ἴριδος 〈· β′ σὺν οἴνῳ, ἱπποσελίνου σπέρματος 〈· α′ μετ’ οἴνου, ὑπερικοῦ ὁμοίως·