The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- οὐ μὲν ὑπὸ κνήμῃσιν ἀχαλκέες ἔξεχον ὁπλαί,
- μαρμαρέης δʼ ἑλίκεσσι κατεσφήκωντο χελώνης
- ἁπτόμεναι πεδίοιο μόγις κρατερώνυχι χαλκῷ.
- κληιστὴν δʼ ἐνέθηκε θύρην καὶ κλίμακα τυκτήν,
- ἡ μὲν ὅπως ἀίδηλος ἐπὶ πλευρῇς ἀραρυῖα
- ἔνθα καὶ ἔνθα φέρῃσι λόχον κλυτόπωλον Ἀχαιῶν,
- ἡ δʼ ἵνα λυομένη τε καὶ ἔμπεδον εἰς ἓν ἰοῦσα
- εἴη σφιν καθύπερθεν ὁδὸς καὶ νέρθεν ὀροῦσαι.
- ἀμφὶ δέ μιν λευκοῖο κατʼ αὐχένος ἠδὲ γενείων
- ἄνθεσι πορφυρέοισι πέριξ ἔζωσεν ἱμάντων
- καὶ σκολιῇς ἑλίκεσσιν ἀναγκαίοιο χαλινοῦ