The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. κολλήσας ἐλέφαντι καὶ ἀργυροδίνεϊ χαλκῷ.
  2. αὐτὰρ ἐπειδὴ πάντα κάμεν μενεδήιον ἵππον,
  3. κύκλον ἐυκνήμιδα ποδῶν ὑπέθηκεν ἑκάστῳ
  4. ἑλκόμενος πεδίοισιν ὅπως πειθήνιος εἴη
  5. μηδὲ βιαζομένοισι δυσέμβατον οἶμον ὁδεύῃ.
  6. ὣς ὁ μὲν ἐξήστραπτε φόβῳ καὶ κάλλεϊ πολλῷ
  7. εὐρύς θʼ ὑψηλός τε· τὸν οὐδέ κεν ἀρνήσαιτο,
  8. εἴ μιν ζωὸν ἔτετμεν, ἐλαυνέμεν ἵππιος Ἄρης.
  9. ἀμφὶ δέ μιν μέγα τεῖχος ἐλήλατο, μή τις Ἀχαιῶν
  10. πρίν μιν ἐσαθρήσειε, δόλον δʼ ἀνάπυστον ἀνάψῃ.
  11. οἱ δὲ Μυκηναίης Ἀγαμέμνονος ἐγγύθι νηὸς