The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀνδράσι κευθομένοισι παλίρροον ἆσθμα φυλάσσων,
  2. καὶ διὰ μυκτήρων φυσίζοος ἔρρεεν ἀήρ.
  3. οὔατα δʼ ἀκροτάτοισιν ἐπὶ κροτάφοισιν ἄρηρεν
  4. ὀρθὰ μάλʼ, αἰὲν ἑτοῖμα μένειν σάλπιγγος ἀκουήν.
  5. νῶτα δʼ ὁμοῦ λαγόνεσσι συνήρμοσε καὶ ῥάχιν ὑγρήν,
  6. ἰσχία δὲ γλουτοῖσιν ὀλισθηροῖσι συνῆψε.
  7. σύρετο δὲ πρυμνοῖσιν ἐπʼ ἴχνεσιν ἔκλυτος οὐρὴ
  8. ἄμπελος ὣς γναμπτοῖσι καθελκομένη θυσάνοισιν.
  9. οἱ δὲ πόδες βαλίοισιν ἐπερχόμενοι γονάτεσσιν
  10. εὔπτερον ὥσπερ ἔμελλον ἐπὶ δρόμον ὁπλίζεσθαι,
  11. οὕτως ἠπείγοντο· μένειν δʼ ἐκέλευεν ἀνάγκη.