The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. αὐχένα δὲ γλαφυροῖσιν ἐπὶ στήθεσσιν ἔπηξε
  2. ξανθῷ πορφυρόπεζαν ἐπιρρήνας τρίχα χρυσῷ·
  3. ἡ δʼ ἐπικυμαίνουσα μετήορος αὐχένι κυρτῷ
  4. ἐκ κορυφῆς λοφόεντι κατεσφρηγίζετο δεσμῷ.
  5. ὀφθαλμοὺς δʼ ἐνέθηκε λιθώπεας ἐν δυσὶ κύκλοις
  6. γλαυκῆς βηρύλλοιο καὶ αἱμαλέης ἀμεθύσσου·
  7. τῶν δʼ ἐπιμισγομένων διδύμης ἀμαρύγματι χροιῆς
  8. γλαυκῶν φοινίσσοντο λίθων ἑλίκεσσιν ὀπωπαί.
  9. ἀργυφέους δʼ ἐχάραξεν ἐπὶ γναθμοῖσιν ὀδόντας
  10. ἄκρα δακεῖν σπεύδοντας ἐυστρέπτοιο χαλινοῦ·
  11. καὶ στόματος μεγάλοιο λαθὼν ἀνέῳξε κελεύθους