The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. μητέρος ἡρπάζοντο καὶ οὐ νοέοντα τοκήων
  2. ἀμπλακίας ἀπέτινον, ἀνημέλκτου δὲ γάλακτος
  3. παιδὶ μάτην ὀρέγουσα χοὰς ἐκόμισσε τιθήνη.
  4. οἰωνοί τε κύνες τε κατὰ πτόλιν ἄλλοθεν ἄλλοι,
  5. ἠέριοι πεζοί τε συνέστιοι εἰλαπινασταί,
  6. αἷμα μέλαν πίνοντες ἀμείλιχον εἶχον ἐδωδήν,
  7. καὶ τῶν μὲν κλαγγὴ φόνον ἔπνεεν, οἱ δʼ ὑλάοντες
  8. ἄγρια κοπτομένοισιν ἐπʼ ἀνδράσιν ὠρύοντο,
  9. νηλέες, οὐδʼ ἀλέγιζον ἑοὺς ἐρύοντες ἄνακτας.
  10. τὼ δὲ γυναιμανέος ποτὶ δώματα Δηιφόβοιο
  11. στελλέσθην Ὀδυσσεύς τε καὶ εὐχαίτης Μενέλαος