The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀνδράσιν οἰχομένοισι καὶ οὐ φεύγουσιν ὁμοῖοι,
  2. πίπτον ἐπʼ ἀλλήλοισι· πόλις δʼ οὐ χάνδανε λύθρον
  3. ἀνδρῶν χηρεύουσα, περιπλήθουσα δὲ νεκρῶν.
  4. οὐδέ τι φειδωλή τις ἐγίνετο· φοιταλέῃ δὲ
  5. σπερχόμενοι μάστιγι φιλαγρύπνοιο κυδοιμοῦ
  6. οὐδὲ θεῶν ὄπιν εἶχον, ἀθεσμοτάτης δʼ ὑπὸ ῥιπῆς
  7. ἀθανάτων ἔχραινον ἀπενθέας αἵματι βωμούς.
  8. οἰκτρότατοι δὲ γέροντες ἀτιμοτάτοισι φόνοισιν
  9. οὐδʼ ὀρθοὶ κτείνοντο, χαμαὶ δʼ ἱκετήσια γυῖα
  10. τεινάμενοι πολιοῖσι κατεκλίνοντο καρήνοις.
  11. πολλὰ δὲ νήπια τέκνα μινυνθαδίων ἀπὸ μαζῶν