The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. καρχαλέοισι λύκοισιν ἐοικότες, οἵθʼ ὑπὸ νύκτα
  2. χειμερίην φονόωντες ἀσημάντοις ἐπὶ μήλοις
  3. οἴχονται, κάματον δὲ κατατρύχουσι νομήων.
  4. ἔνθα δύω περ ἐόντες ἀπειρεσίοισιν ἔμιχθεν
  5. ἀνδράσι δυσμενέεσσι· νέη δʼ ἠγείρετο χάρμη
  6. τῶν μὲν ἐπορνυμένων, τῶν δʼ ὑψόθεν ἐκ θαλάμοιο
  7. βαλλόντων λιθάκεσσι καὶ ὠκυμόροισιν ὀιστοῖς.
  8. ἀλλὰ καὶ ὣς ὑπέροπλα καρήατα πυργώσαντες
  9. ἀρρήκτοις κορύθεσσι καὶ ἀσπίσι κυκλώσαντες
  10. εἰσέθορον μέγα δῶμα· καὶ ἀντίβιον μὲν ὅμιλον,
  11. θῆρας δειμαλέους, ἐλάων ἐδάιξεν Ὀδυσσεύς,