The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- καί τινες ἀλγεινῷ κραδίην βεβαρηότες οἴνῳ,
- ἐκπλαγέες ποτὶ δοῦπον, ἐπειγόμενοι καταβῆναι,
- κλίμακος ἐξελάθοντο καθʼ ὑψηλῶν τε μελάθρων
- ἔκπεσον ἀγνώσσοντες, ἐπαυχενίους δὲ λυθέντες
- ἀστραγάλους ἐάγησαν, ὁμοῦ δʼ ἐξήρυγον οἶνον.
- πολλοὶ δʼ εἰς ἕνα χῶρον ἀολλέες ἐκτείνοντο
- μαρνάμενοι, πολλοὶ δὲ διωκόμενοι κατὰ πύργων
- ἤριπον εἰς Ἀίδαο πανύστατον ἅλμα θορόντες.
- παῦροι δὲ στεινῆς διὰ κοιλάδος, οἷάτε φῶρες,
- πατρίδος ὀλλυμένης ἔλαθον χειμῶνα φυγόντες.
- οἱ δʼ ἔνδον πολέμῳ τε καὶ ἀχλύι κυμαίνοντες,