The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- αἵματος ἀκρήτοιο μέθης ἐπίκωμος Ἐνυώ.
- σὺν δʼ Ἔρις οὐρανόμηκες ἀναστήσασα κάρηνον
- Ἀργείους ὀρόθυνεν, ἐπεὶ καὶ φοίνιος Ἄρης
- ὀψὲ μὲν ἀλλὰ καὶ ὣς πολέμων ἑτεραλκέα νίκην
- ἦλθε φέρων Δαναοῖσι καὶ ἀλλοπρόσαλλον ἀρωγήν.
- ἴαχε δὲ γλαυκῶπις ἐπʼ ἀκροπόληος Ἀθήνη
- αἰγίδα κινήσασα, Διὸς σάκος, ἔτρεμε δʼ αἰθὴρ
- Ἥρης σπερχομένης, ἐπὶ δʼ ἔβραχε γαῖα βαρεῖα
- παλλομένη τριόδοντι Ποσειδάωνος ἀκωκῇ,
- ἔφριξεν δʼ Ἀίδης, χθονίων δʼ ἐξέδρακε θώκων
- ταρβήσας, μή πού τι Διὸς μέγα χωσαμένοιο
- πᾶν γένος ἀνθρώπων κατάγοι ψυχοστόλος Ἑρμῆς.
- πάντα δʼ ὁμοῦ κεκύκητο, φόνος δέ τις ἄκριτος ἦεν·
- τοὺς μὲν γὰρ φεύγοντας ἐπὶ Σκαιῇσι πύλῃσι
- κτεῖνον ἐφεστηῶτες, ὁ δʼ ἐξ εὐνῆς ἀνορούσας
- τεύχεα μαστεύων δνοφερῇ περικάππεσεν αἰχμῇ.
- καί τις ὑπὸ σκιόεντι δόμῳ κεκρυμμένος ἀνήρ,
- ξεῖνος ἐών, ἐκάλεσσεν ὀιόμενος φίλον εἶναι·
- νήπιος, οὐ μὲν ἔμελλεν ἐνηέι φωτὶ μιγῆναι,
- ξείνια δʼ ἐχθρὰ κόμισσεν· ὑπέρ τέγεος δέ τις ἄλλος