The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. χαλκείου θανάτοιο κακοῖς ἐκάλυψαν ὀνείροις.
  2. νήχετο δʼ αἵματι γαῖα, βοὴ δʼ ἄλληκτος ὀρώρει
  3. Τρώων φευγόντων, ἐστείνετο δʼ Ἴλιος ἱρὴ
  4. πιπτόντων νεκύων, οἱ δʼ ἀνδροφόνῳ κολοσυρτῷ
  5. ἔζεον[*](om. F; ἔζεον Rhodoman.) ἔνθα καὶ ἔνθα μεμηνότες οἶα λέοντες
  6. σώμασιν ἀρτιφάτοισι γεφυρώσαντες ἀγυιάς.
  7. Τρωιάδες δὲ γυναῖκες ὑπέρ τεγέων ἀίουσαι
  8. αἱ μὲν ἐλευθερίης ἐρατῆς ἔτι διψώουσαι
  9. αὐχένας ἐς θάνατον δειλοῖς ὑπέβαλλον ἀκοίταις,
  10. αἱ δὲ φίλοις ἐπὶ παισί, χελιδόνες οἷάτε κοῦφαι,
  11. μητέρες ὠδύροντο· νέη δέ τις ἀσπαίροντα
  12. ἠίθεον κλαύσασα θανεῖν ἔσπευδε καὶ αὐτὴ
  13. οὐδὲ δορυκτήτοισιν ὁμοῦ δεσμοῖσιν ἕπεσθαι
  14. ἤθελεν, ἀλλʼ ἐχόλωσε καὶ οὐκ ἐθέλοντα φονῆα
  15. καὶ ξυνὸν λέχος ἔσχεν ὀφειλόμενον παρακοίτῃ.
  16. πολλαὶ δʼ ἠλιτόμηνα καὶ ἄπνοα τέκνα φέρουσαι
  17. γαστέρος ὠμοτόκοιο χύδην ὠδῖνα μεθεῖσαι
  18. ῥιγεδανῶς σὺν παισὶν ἀπεψύχοντο καὶ αὐταί.
  19. παννυχίη δʼ ἐχόρευσεν ἀνὰ πτόλιν, οἷα θύελλα,
  20. κύμασι παφλάζουσα πολυφλοίσβου πολέμοιο