The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. μήπω παπταίνων τι θοῷ διέπιπτεν ὀιστῷ.
  2. καί τινες ἀλγεινῷ κραδίην βεβαρηότες οἴνῳ,
  3. ἐκπλαγέες ποτὶ δοῦπον, ἐπειγόμενοι καταβῆναι,
  4. κλίμακος ἐξελάθοντο καθʼ ὑψηλῶν τε μελάθρων
  5. ἔκπεσον ἀγνώσσοντες, ἐπαυχενίους δὲ λυθέντες
  6. ἀστραγάλους ἐάγησαν, ὁμοῦ δʼ ἐξήρυγον οἶνον.
  7. πολλοὶ δʼ εἰς ἕνα χῶρον ἀολλέες ἐκτείνοντο
  8. μαρνάμενοι, πολλοὶ δὲ διωκόμενοι κατὰ πύργων
  9. ἤριπον εἰς Ἀίδαο πανύστατον ἅλμα θορόντες.
  10. παῦροι δὲ στεινῆς διὰ κοιλάδος, οἷάτε φῶρες,
  11. πατρίδος ὀλλυμένης ἔλαθον χειμῶνα φυγόντες.
  12. οἱ δʼ ἔνδον πολέμῳ τε καὶ ἀχλύι κυμαίνοντες,
  13. ἀνδράσιν οἰχομένοισι καὶ οὐ φεύγουσιν ὁμοῖοι,
  14. πίπτον ἐπʼ ἀλλήλοισι· πόλις δʼ οὐ χάνδανε λύθρον
  15. ἀνδρῶν χηρεύουσα, περιπλήθουσα δὲ νεκρῶν.
  16. οὐδέ τι φειδωλή τις ἐγίνετο· φοιταλέῃ δὲ
  17. σπερχόμενοι μάστιγι φιλαγρύπνοιο κυδοιμοῦ
  18. οὐδὲ θεῶν ὄπιν εἶχον, ἀθεσμοτάτης δʼ ὑπὸ ῥιπῆς
  19. ἀθανάτων ἔχραινον ἀπενθέας αἵματι βωμούς.
  20. οἰκτρότατοι δὲ γέροντες ἀτιμοτάτοισι φόνοισιν