The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- οἴνοπα πῆχυν ἀνεῖλκε, φίλου πυρὸς ἡνιοχῆα.
- οἱ δὲ σέλας πυρσοῖο μετήορον ἀθρήσαντες
- νῆας ἀνεκρούσαντο παλιγγνάμπτοισι κελεύθοις
- Ἀργεῖοι σπεύδοντες, ἅπας δʼ ἠπείγετο ναύτης
- δηναιοῦ πολέμοιο τέλος διζήμενος εὑρεῖν.
- οἱ δʼ αὐτοὶ πλωτῆρες ἔσαν κρατεροί τε μαχηταὶ
- ἀλλήλοις τʼ ἐκέλευον ἐλαυνέμεν· αἱ δʼ ἄρα νῆες
- ὠκύτεραι κραιπνῶν ἀνέμων ἀνέμων ταχυπειθέι ῥιπῇ
- Ἴλιον εἰσανάγοντο Ποσειδάωνος ἀρωγῇ.
- ἐνθάδε δὴ πεζοί πρότεροι κίον, οἱ δʼ ἐπέλειφθεν
- ἱππῆες κατόπισθεν, ὅπως μὴ Τρώιον ἵπποι
- λαὸν ἀναστήσωσιν ἀειρομένῳ χρεμετισμῷ.
- οἱ δʼ ἕτεροι γλαφυρῆς ἀπὸ γαστέρος ἔρρεον ἵππου,
- τευχησταὶ βασιλῆες, ἀπὸ δρυὸς οἶα μέλισσαι,
- αἵτʼ ἐπεὶ οὖν ἔκαμον πολυχανδέος ἔνδοθι σίμβλου
- κηρὸν ὑφαίνουσαι μελιηδέα ποικιλοτέχναι,
- ἐς νομὸν εὐγυάλοιο κατʼ ἄγγεος ἀμφιχυθεῖσαι
- νύγμασι πημαίνουσι παραστείχοντας ὁδίτας·
- ὣς Δαναοὶ κρυφίοιο λόχου κληῖδας ἀνέντες
- θρῷσκον ἐπὶ Τρώεσσι καὶ εἰσέτι κοῖτον ἔχοντας