The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. αὐλὸς ἐπὶ κρητῆρι, κύπελλα δὲ πολλὰ χυθέντα
  2. αὐτομάτως ῥείεσκε καθελκομένων ἀπὸ χειρῶν.
  3. ἡσυχίη δὲ πόλιν κατεβόσκετο, νυκτὸς ἑταίρη,
  4. οὐδʼ ὑλακὴ σκυλάκων ἠκούετο, πᾶσα δὲ σιγὴ
  5. εἱστήκει καλέουσα φόνον πνείουσαν ἀυτήν.
  6. ἤδη δὲ Τρώεσσιν ὀλέθριον εἷλκε τάλαντον
  7. Ζεὺς ταμίης πολέμοιο, μόγις [*](μόλις F) δʼ ἐλέλιξεν Ἀχαιούς·
  8. χάζετο δʼ Ἰλιόθεν Λυκίης ἐπὶ πίονα νηὸν
  9. ἀχνύμενος μεγάλοις ἐπὶ τείχεσι Φοῖβος Ἀπάλλων.
  10. αὐτίκα δ Ἀργείοισιν Ἀχιλλῆος παρὰ τύμβον
  11. ἀγγελίην ἀνάφαινε Σίνων εὐφεγγέι δαλῷ
  12. παννυχίη δʼ ἑτάροισιν ὑπὲρ θαλάμοιο καὶ αὐτὴ
  13. εὐειδής Ἑλένη χρυσέην ἐπεδείκνυτο πεύκην.
  14. ὡς δʼ ὁπότε πλήθουσα πυρὸς γλαυκοῖο σελήνη
  15. οὐρανὸν αἰγλήεντα κατεχρύσωσε προσώπῳ·
  16. οὐχ ὅτε που γλωχῖνας ἀποξύνουσα κεραίης
  17. πρωτοφαὴς ὑπὸ μηνὸς ἀνίσταται ἄσκιον ἀχλύν,
  18. ἀλλʼ ὅτε κυκλώσασα περίτροχον ὄμματος αὐγὴν
  19. ἀντιτύπους ἀκτῖνας ἐφέλκεται ἠελίοιο·
  20. τοίη μαρμαίρουσα Θεραπναίη τότε νύμφη