The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- εἶχεν ἐπικρατέως· ὁ δʼ ἐπάλλετο χερσὶ πιεσθείς,
- φεύγων ἀνδροφόνοιο πελώρια δεσμὰ σιωπῆς.
- καὶ τὸν μὲν λίπεν ἆσθμα φερέσβιον· οἱ δέ μιν ἄλλοι
- δάκρυσι λαθριδίοισι κατακλαύσαντες Ἀχαιοὶ
- κοῖλον ἀποκρύψαντες ἐς ἰσχίον ἔνθεσαν ἵππου
- καὶ χλαῖναν μελέεσσιν ἐπὶ ψυχροῖσι βαλόντες.
- καί νύ κεν ἄλλον ἔθελγε γυνὴ δολόμητις Ἀχαιῶν,
- εἰ μή οἱ βλοσυρῶπις ἀπʼ αἰθέρος ἀντήσασα
- Παλλὰς ἐπηπείλησε, φίλου δʼ ἐξήγαγε νηοῦ
- μούνῃ φαινομένη, στερεῇ δʼ ἀπεπέμψατο φωνῇ·
- δειλαίη, τέο μέχρις ἀλιτροσύναι σε φέρουσι
- καὶ πόθος ἀλλοτρίων λεχέων καὶ Κύπριδος ἄτη;
- οὔποτε δʼ οἰκτείρεις πρότερον πόσιν οὐδὲ θύγατρα
- Ἑρμιόνην ποθέεις; ἔτι δὲ Τρώεσσιν ἀρήγεις;
- χάζεο καὶ θαλάμων ὑπερώιον εἰσαναβᾶσα
- σὺν πυρὶ μειλιχίῳ ποτιδέχνυσο νῆας Ἀχαιῶν.
- ὣς φαμένη κενεὴν ἀπάτην ἐκέδασσε γυναικός.
- καὶ τὴν μὲν θαλαμόνδε πόδες φέρον· οἱ δὲ χοροῖο
- παυσάμενοι καμάτῳ ἀδδηκότες ἤριπον ὕπνῳ.
- καὶ δή που φόρμιγξ ἀνεπαύσατο, κεῖτο δὲ κάμνων