The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. μήτʼ ἄλλων Τρώων μήτʼ αὐτοῦ Δηιφόβοιο·
  2. ἤδη γάρ σε δίδωμι πολυτλήτῳ Μενελάῳ.
  3. ὣς φαμένη θεὸς αὖθις ἀνέδραμεν· ἡ δὲ δόλοισι
  4. θελγομένη κραδίην θάλαμον λίπε κηώεντα,
  5. καί οἱ Δηίφοβος πόσις εἴπετο· τὴν δὲ κιοῦσαν
  6. Τρῳάδες ἑλκεχίτωνες ἐθηήσαντο γυναῖκες.
  7. ἡ δʼ ὁπόθʼ ὑψιμέλαθρον ἐς ἱερὸν ἦλθεν Ἀθήνης,
  8. ἔστη παπταίνουσα φυὴν εὐήνορος ἵππου.
  9. τρὶς δὲ περιστείχουσα καὶ Ἀργείους ἐρέθουσα
  10. πάσας ἠυκόμους ἀλόχους ὀνόμαζεν Ἀχαιῶν
  11. φωνῇ λεπταλέῃ· τοὶ δʼ ἔνδοθι θυμὸν ἄμυσσον
  12. ἀλγεινοὶ κατέχοντες ἐεργμένα δάκρυα σιγῇ.
  13. ἔστενε μὲν Μενέλαος, ἐπεὶ κλύε Τυνδαρεώνης,
  14. κλαῖε δὲ Τυδείδης μεμνημένος Αἰγιαλείης,
  15. οὔνομα δʼ ἐπτοίησεν Ὀδυσσέα Πηνελοπείης,
  16. Ἄντικλος δʼ ὅτε κέντρον ἐδέξατο Λαοδαμείης,
  17. μοῦνος ἀμοιβαίην ἀνεβάλλετο γῆρυν ἀνοίξας·
  18. ἀλλʼ Ὀδυσεὺς κατέπαλτο καὶ ἀμφοτέρῃς παλάμῃσιν
  19. ἀμφιπεσὼν ἐπίεζεν ἐπειγόμενον στόμα λῦσαι.
  20. μάστακα δʼ ἀρρήκτοισιν ἀλυκτοπέδῃσι μεμαρπὼς