The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. πείθετο, παρθενίῳ δὲ περὶ κλιντῆρι πεσοῦσα
  2. κλαῖεν ἐπισταμένη τὸν ἑὸν μόρον· ἔβλεπε δʼ ἤδη
  3. πατρίδος αἰθομένης ἐπὶ τείχεσι μαρνάμενον πῦρ.
  4. οἱ δὲ πολισσούχοιο θεῆς ὑπὸ νηὸν Ἀθήνης
  5. ἵππον ἀναστήσαντες ἐυξέστων ἐπὶ βάθρων
  6. ἔφλεγον ἱερὰ καλὰ πολυκνίσσων ἐπὶ βωμῶν·
  7. ἀθάνατοι δʼ ἀνένευον ἀνηνύστους ἑκατόμβας.
  8. εἰλαπίνη δʼ ἐπίδημος ἔην καὶ ἀμήχανος ὕβρις,
  9. ὕβρις ἐλαφρίζουσα μέθην λυσήνορος οἴνου.
  10. ἀφραδίῃ τε βέβυστο, μεθημοσύνῃ τε κεχήνει
  11. πᾶσα πόλις, πυλέων δʼ ὀλίγοις φυλάκεσσι μεμήλει·
  12. ἤδη γὰρ καὶ φέγγος ἐδύετο, δαιμονίη δὲ
  13. Ἴλιον αἰπεινὴν ὀλεσίπτολις ἀμφέβαλεν νύξ.
  14. Ἀργείῃ δʼ Ἑλένῃ πολιὸν δέμας ἀσκήσασα
  15. ἦλθε δολοφρονέουσα πολυφράδμων Ἀφροδίτη,
  16. ἐκ δὲ καλεσσαμένη προσέφη πειθήμονι φωνῇ·
  17. νύμφα φίλη, καλέει σε πόσις Μενέλαος ἀγήνωρ
  18. ἵππῳ δουρατέῳ κεκαλυμμένος, ἀμφὶ δʼ Ἀχαιῶν
  19. ἡγεμόνες λοχόωσι τεῶν μνηστῆρες ἀέθλων.
  20. ἀλλʼ ἴθι, μηδʼ ἔτι τοι μελέτω Πριάμοιο γέροντος