The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- θαρσαλέη κυνόμυια; μάτην ὑλάουσʼ ἀπερύκεις.
- οὔπω σοι κέκμηκε νόος λυσσώδεϊ νούσῳ,
- οὐδὲ παλιμφήμων ἐκορέσσαο λαβροσυνάων;
- ἀλλὰ καὶ ἡμετέρῃσιν ἐπαχνυμένη θαλίῃσιν
- ἤλυθες, ὁππότε πᾶσιν ἐλεύθερον ἦμαρ ἀνῆψεν
- ἡμῖν Ζεὺς Κρονίδης, ἐκέδασσε δὲ νῆας Ἀχαιῶν.
- οὐδʼ ἔτι δούρατα μακρὰ τινάσσεται, οὐδʼ ἔτι τόξα
- ἕλκεται, οὐ ξιφέων σελαγή, σιγῶσι δʼ ὀιστοί,
- ἀλλὰ χοροὶ καὶ μοῦσα μελίπνοος, οὐδʼ ἔτι νείκη,
- οὐ μήτηρ ἐπὶ παιδὶ κινύρεται, οὐδʼ ἐπὶ δῆριν
- ἄνδρα γυνὴ πέμψασα νέκυν δακρύσατο χήρη·
- ἵππον ἀνελκόμενον δέχεται πολιοῦχος Ἀθήνη.
- παρθένε τολμήεσσα, σὺ δὲ πρὸ δόμοιο θοροῦσα
- ψεύδεα θεσπίζουσα καὶ ἄγρια μαργαίνουσα
- μοχθίζεις ἀτέλεστα καὶ ἱερὸν ἄστυ μιαίνεις.
- ἔρρʼ οὕτως· ἡμῖν δὲ χοροὶ θαλίαι τε μέλονται.
- οὐ γὰρ ἔτι Τροίης ὑπὸ τείχεσι δεῖμα λέλειπται,
- οὐδʼ ἔτι μαντιπόλοιο τεῆς κεχρήμεθα φωνῆς.
- ὣς εἰπὼν ἐκέλευσεν ἄγειν ἑτερόφρονα κούρην
- κεύθων ἐν θαλάμοισι· μόγις δʼ ἀέκουσα τοκῆι