The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὣς εἰπὼν ἐκέλευσεν ἄγειν ἑτερόφρονα κούρην
  2. κεύθων ἐν θαλάμοισι· μόγις δʼ ἀέκουσα τοκῆι
  3. πείθετο, παρθενίῳ δὲ περὶ κλιντῆρι πεσοῦσα
  4. κλαῖεν ἐπισταμένη τὸν ἑὸν μόρον· ἔβλεπε δʼ ἤδη
  5. πατρίδος αἰθομένης ἐπὶ τείχεσι μαρνάμενον πῦρ.
  6. οἱ δὲ πολισσούχοιο θεῆς ὑπὸ νηὸν Ἀθήνης
  7. ἵππον ἀναστήσαντες ἐυξέστων ἐπὶ βάθρων
  8. ἔφλεγον ἱερὰ καλὰ πολυκνίσσων ἐπὶ βωμῶν·
  9. ἀθάνατοι δʼ ἀνένευον ἀνηνύστους ἑκατόμβας.
  10. εἰλαπίνη δʼ ἐπίδημος ἔην καὶ ἀμήχανος ὕβρις,
  11. ὕβρις ἐλαφρίζουσα μέθην λυσήνορος οἴνου.