The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἀφραδίῃ τε βέβυστο, μεθημοσύνῃ τε κεχήνει
- πᾶσα πόλις, πυλέων δʼ ὀλίγοις φυλάκεσσι μεμήλει·
- ἤδη γὰρ καὶ φέγγος ἐδύετο, δαιμονίη δὲ
- Ἴλιον αἰπεινὴν ὀλεσίπτολις ἀμφέβαλεν νύξ.
- Ἀργείῃ δʼ Ἑλένῃ πολιὸν δέμας ἀσκήσασα
- ἦλθε δολοφρονέουσα πολυφράδμων Ἀφροδίτη,
- ἐκ δὲ καλεσσαμένη προσέφη πειθήμονι φωνῇ·
- νύμφα φίλη, καλέει σε πόσις Μενέλαος ἀγήνωρ
- ἵππῳ δουρατέῳ κεκαλυμμένος, ἀμφὶ δʼ Ἀχαιῶν
- ἡγεμόνες λοχόωσι τεῶν μνηστῆρες ἀέθλων.
- ἀλλʼ ἴθι, μηδʼ ἔτι τοι μελέτω Πριάμοιο γέροντος