The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἕλκεται, οὐ ξιφέων σελαγή, σιγῶσι δʼ ὀιστοί,
  2. ἀλλὰ χοροὶ καὶ μοῦσα μελίπνοος, οὐδʼ ἔτι νείκη,
  3. οὐ μήτηρ ἐπὶ παιδὶ κινύρεται, οὐδʼ ἐπὶ δῆριν
  4. ἄνδρα γυνὴ πέμψασα νέκυν δακρύσατο χήρη·
  5. ἵππον ἀνελκόμενον δέχεται πολιοῦχος Ἀθήνη.
  6. παρθένε τολμήεσσα, σὺ δὲ πρὸ δόμοιο θοροῦσα
  7. ψεύδεα θεσπίζουσα καὶ ἄγρια μαργαίνουσα
  8. μοχθίζεις ἀτέλεστα καὶ ἱερὸν ἄστυ μιαίνεις.
  9. ἔρρʼ οὕτως· ἡμῖν δὲ χοροὶ θαλίαι τε μέλονται.
  10. οὐ γὰρ ἔτι Τροίης ὑπὸ τείχεσι δεῖμα λέλειπται,
  11. οὐδʼ ἔτι μαντιπόλοιο τεῆς κεχρήμεθα φωνῆς.