The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. Ἴλιος ἀκλινέεσσιν ἐπεμβεβαυῖα θεμέθλοις,
  2. ἀμβολίῃ δʼ ἤσχαλλε δυσαχθέι λαὸς Ἀχαιῶν.
  3. καί νύ κεν ὑστατίοισιν ἐποκνήσασα πόνοισιν
  4. ἀκάματός περ ἐοῦσα μάτην ἵδρωσεν Ἀθήνη,
  5. εἰ μὴ Δηιφόβοιο γαμοκλόπον ὕβριν ἐάσας
  6. Ἰλιόθεν Δαναοῖσιν ἐπὶ ξένος ἤλυθε μάντις,
  7. οἷα δέ που μογέοντι χαριζόμενος Μενελάῳ
  8. ὀψιτέλεστον ὄλεθρον ἑῇ μαντεύσατο πάτρῃ.
  9. οἱ δὲ βαρυζήλοιο θεοπροπίῃς Ἑλένοιο
  10. αὐτίκα μηκεδανοῖο μόθου τέλος ἠρτύναντο.
  11. καὶ Σκῦρον μὲν ἔβαινε λιπὼν εὐπάρθενον ἄστυ
  12. υἱὸς Ἀχιλλῆος καὶ ἐπαινῆς Δηιδαμείης·
  13. μήπω δʼ εὐφυέεσσιν ἰουλίζων κροτάφοισιν
  14. ἀλκὴν πατρὸς ἔφαινε νέος περ ἐὼν πολεμιστής.
  15. ἦλθε δὲ καὶ Δαναοῖσιν ἑὸν βρέτας ἁγνὸν ἄγουσα
  16. ληιστὴ μὲν ἐοῦσα, φίλοις δʼ ἐπίκουρος Ἀθήνη.
  17. ἤδη καὶ βουλῇσι θεῆς ὑποεργὸς Ἐπειὸς
  18. Τροίης ἐχθρὸν ἄγαλμα πελώριον ἵππον ἐποίει.
  19. καὶ δὴ τέμνετο δοῦρα καὶ ἐς πεδίον κατέβαινεν
  20. Ἴδης ἐξ αὐτῆς, ὁπόθεν καὶ πρόσθε Φέρεκλος