The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- Τρωσὶ δὲ λωβητῆρσιν ἐφʼ Ἕκτορος ἑλκυθμοῖσι
- μυρομένοις οὐ μοῦνον ἔην ἐπιδήμιον ἄλγος,
- ἀλλὰ καὶ ἀλλοθρόοις ἐπὶ πένθεσι κωκύοντες
- δάκρυσιν ἠμείβοντο πολυγλώσσων ἐπικούρων.
- κλαῖον μὲν Λύκιοι Σαρπηδόνα, τόν ποτε μήτηρ
- ἐς Τροίην μὲν ἔπεμψεν ἀγαλλομένη Διὸς εὐνῇ,
- δουρὶ δὲ Πατρόκλοιο Μενοιτιάδαο πεσόντα
- αἵματι δακρύσας ἐχύθη πατρώιος ἀήρ.
- καὶ δολίην ὑπὸ νύκτα κακῷ πεπεδημένον ὕπνῳ
- Ῥῆσον μὲν Θρήικες ἐκώκυον· ἡ δʼ ἐπὶ πότμῳ
- Μέμνονος οὐρανίην νεφέλην ἀνεδήσατο μήτηρ
- φέγγος ὑποκλέψασα κατηφέος ἤματος Ἠώς.
- αἱ δʼ ἀπὸ Θερμώδοντος ἀρηιφίλοιο γυναῖκες
- κοπτόμεναι περίκυκλον ἀθηλέος ὄμφακα μαζοῦ
- παρθένον ὠδύροντο δαΐφρονα Πενθεσίλειαν,
- ἥτε πολυξείνοιο χορὸν πολέμοιο μολοῦσα
- θηλείης ὑπὸ χειρὸς ἀπεσκέδασεν νέφος ἀνδρῶν
- νῆας ἐς ἀγχιάλους· μελίῃ δέ ἑ μοῦνος ὑποστὰς
- καὶ κτάνε καὶ σύλησε καὶ ἐκτερέιξεν Ἀχιλλεύς.
- εἱστήκει δʼ ἔτι πᾶσα θεοδμήτων ὑπὸ πύργων