The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- νῆας Ἀλεξάνδρῳ τεκτήνατο, πήματος ἀρχήν.
- ποίει δʼ εὐρυτάτῃς μὲν ἐπὶ πλευρῇς ἀραρυῖαν
- γαστέρα κοιλήνας, ὁπόσον νεὸς ἀμφιελίσσης
- ὀρθὸν ἐπὶ στάθμην μέγεθος τορνώσατο τέκτων.
- αὐχένα δὲ γλαφυροῖσιν ἐπὶ στήθεσσιν ἔπηξε
- ξανθῷ πορφυρόπεζαν ἐπιρρήνας τρίχα χρυσῷ·
- ἡ δʼ ἐπικυμαίνουσα μετήορος αὐχένι κυρτῷ
- ἐκ κορυφῆς λοφόεντι κατεσφρηγίζετο δεσμῷ.
- ὀφθαλμοὺς δʼ ἐνέθηκε λιθώπεας ἐν δυσὶ κύκλοις
- γλαυκῆς βηρύλλοιο καὶ αἱμαλέης ἀμεθύσσου·
- τῶν δʼ ἐπιμισγομένων διδύμης ἀμαρύγματι χροιῆς
- γλαυκῶν φοινίσσοντο λίθων ἑλίκεσσιν ὀπωπαί.
- ἀργυφέους δʼ ἐχάραξεν ἐπὶ γναθμοῖσιν ὀδόντας
- ἄκρα δακεῖν σπεύδοντας ἐυστρέπτοιο χαλινοῦ·
- καὶ στόματος μεγάλοιο λαθὼν ἀνέῳξε κελεύθους
- ἀνδράσι κευθομένοισι παλίρροον ἆσθμα φυλάσσων,
- καὶ διὰ μυκτήρων φυσίζοος ἔρρεεν ἀήρ.
- οὔατα δʼ ἀκροτάτοισιν ἐπὶ κροτάφοισιν ἄρηρεν
- ὀρθὰ μάλʼ, αἰὲν ἑτοῖμα μένειν σάλπιγγος ἀκουήν.
- νῶτα δʼ ὁμοῦ λαγόνεσσι συνήρμοσε καὶ ῥάχιν ὑγρήν,