The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ὤμοι ἐμῶν ἀχέων, ὤμοι σέο, πάτριον ἄστυ,
- αὐτίκα λεπταλέη κόνις ἔσσεαι, οἴχεται ἔργον
- ἀθανάτων, προθέλυμνα θεμείλια Λαομέδοντος.
- καὶ σέ, πάτερ, καὶ μῆτερ, ὀδύρομαι, οἷά μοι ἤδη
- ἀμφότεροι πείσεσθε· σὺ μέν, πάτερ, οἰκτρὰ δεδουπὼς
- κείσεαι Ἑρκείοιο Διὸς μεγάλου παρὰ βωμῷ·
- μῆτερ ἀριστοτόκεια, σὲ δὲ βροτέης ἀπὸ μορφῆς
- λυσσαλέην ἐπὶ παισὶ θεοὶ κύνα ποιήσουσι.
- δῖα Πολυξείνη, σὲ δὲ πατρίδος ἐγγύθι γαίης
- κεκλιμένην ὀλίγον δακρύσομαι· ὡς ὄφελέν τις
- Ἀργείων ἐπὶ σοῖσι γόοις ὀλέσαι με καὶ αὐτήν.