The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- τέξεται ὄβριμος ἵππος· ἐπὶ χθόνα δʼ ἄρτι θορόντες
- ἐς μόθον ὁρμήσουσι τελειότατοι πολεμισταί.
- οὐ γὰρ ἐπʼ ὠδίνεσσι μογοστόκον ἵππον ἀνεῖσαι
- ἀνδράσι τικτομένοισιν ἐπισχήσουσι γυναῖκες,
- αὐτὴ δʼ Εἰλείθυια γενήσεται, ἥ μιν ἔτευξε·
- γαστέρα δὲ πλήθουσαν ἀνακλίνασα βοήσει
- μαῖα πολυκλαύτοιο τόκου πτολίπορθος Ἀθήνη.
- καὶ δὴ πορφύρεον μὲν ἑλίσσεται ἔνδοθι πύργων
- αἵματος ἐκχυμένου πέλαγος καὶ κῦμα φόνοιο,
- δεσμά τε συμπαθέων πλέκεται περὶ χερσὶ γυναικῶν
- νυμφία, φωλεύει δʼ ὑπὸ δούρασι κευθόμενον πῦρ.