The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- τίς γάρ μοι χρειὼ βιότου πλέον, εἴ με φυλάσσει
- οἰκτροτάτῳ θανάτῳ, ξείνη δέ με γαῖα καλύψει;
- τοιάδε μοι δέσποινα καὶ αὐτῷ δῶρον ἄνακτι
- ἀντὶ τόσων καμάτων Ἀγαμέμνονι πότμον ὑφαίνει.
- ἀλλʼ ἤδη φράζεσθε—τὰ δὲ γνώσεσθε παθόντες—
- καὶ νεφέλην ἀπόθεσθε, φίλοι, βλαψίφρονος ἄτης.
- ῥηγνύσθω πελέκεσσι δέμας πολυχανδέος ἵππου
- ἢ πυρὶ καιέσθω· δολόεντα δὲ σώματα κεῦθον
- ὀλλύσθω, μεγάλη δὲ ποθὴ Δαναοῖσι γενέσθω.
- καὶ τότε μοι δαίνυσθε καὶ ἐς χορὸν ὀτρύνεσθε
- στησάμενοι κρητῆρας ἐλευθερίης ἐρατεινῆς.