The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- κέντρον ἀνεπτοίησε βοορραίσταο μύωπος·
- ἡ δʼ οὐκ εἰς ἀγέλην ποτιδέρκεται οὐδὲ βοτῆρι
- πείθεται οὐδὲ νομοῖο λιλαίεται, ἀλλὰ βελέμνῳ
- ὀξέι θηγομένη βοέων ἐξήλυθε θεσμῶν·
- τοίη μαντιπόλοιο βολῆς ὑπὸ νύγματι κούρη
- πλαζομένη κραδίην ἱερὴν ἀνεσείετο δάφνην.
- πάντη δʼ ἐβρυχᾶτο κατὰ πτόλιν· οὐδὲ τοκήων
- οὐδὲ φίλων ἀλέγιζε· λίπεν δέ ἑ παρθένος αἰδώς.
- οὐχ οὕτω Θρήισσαν ἐνὶ δρυμοῖσι γυναῖκα
- νήδυμος αὐλὸς ἔτυψεν ὀρειμανέος Διονύσου,
- ἥτε θεῷ πληγεῖσα παρήορον ὄμμα τιταίνει
- γυμνὸν ἐπισσείουσα κάρη κυανάμπυκι κισσῷ,
- ὡς ἥγε πτερόεντος ἀναΐξασα νόοιο
- Κασσάνδρη θεόφοιτος ἐμαίνετο· πυκνὰ δὲ χαίτην
- κοπτομένη καὶ στέρνον ἀνίαχε μαινάδι φωνῇ·
- ὦ μέλεοι, τίνα τοῦτον ἀνάρσιον ἵππον ἄγοντες
- δαιμόνιοι μαίνεσθε καὶ ὑστατίην ἐπὶ νύκτα
- σπεύδετε καὶ πολέμοιο πέρας καὶ νήγρετον ὕπνον;
- δυσμενέων ὅδε κῶμος ἀρήιος· αἱ δέ που ἤδη
- τίκτουσιν μογερῆς Ἑκάβης ὠδῖνες ὀνείρων,