The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. λήγει δʼ ἀμβολιεργὸν ἔτος πολέμοιο λυθέντος.
  2. τοῖος ἀριστήων λόχος ἔρχεται, οὓς ἐπὶ χάρμην
  3. τεύχεσιν ἀστράπτοντας ἀμαυροτάτην ὑπὸ νύκτα
  4. τέξεται ὄβριμος ἵππος· ἐπὶ χθόνα δʼ ἄρτι θορόντες
  5. ἐς μόθον ὁρμήσουσι τελειότατοι πολεμισταί.
  6. οὐ γὰρ ἐπʼ ὠδίνεσσι μογοστόκον ἵππον ἀνεῖσαι
  7. ἀνδράσι τικτομένοισιν ἐπισχήσουσι γυναῖκες,
  8. αὐτὴ δʼ Εἰλείθυια γενήσεται, ἥ μιν ἔτευξε·
  9. γαστέρα δὲ πλήθουσαν ἀνακλίνασα βοήσει
  10. μαῖα πολυκλαύτοιο τόκου πτολίπορθος Ἀθήνη.
  11. καὶ δὴ πορφύρεον μὲν ἑλίσσεται ἔνδοθι πύργων
  12. αἵματος ἐκχυμένου πέλαγος καὶ κῦμα φόνοιο,
  13. δεσμά τε συμπαθέων πλέκεται περὶ χερσὶ γυναικῶν
  14. νυμφία, φωλεύει δʼ ὑπὸ δούρασι κευθόμενον πῦρ.
  15. ὤμοι ἐμῶν ἀχέων, ὤμοι σέο, πάτριον ἄστυ,
  16. αὐτίκα λεπταλέη κόνις ἔσσεαι, οἴχεται ἔργον
  17. ἀθανάτων, προθέλυμνα θεμείλια Λαομέδοντος.
  18. καὶ σέ, πάτερ, καὶ μῆτερ, ὀδύρομαι, οἷά μοι ἤδη
  19. ἀμφότεροι πείσεσθε· σὺ μέν, πάτερ, οἰκτρὰ δεδουπὼς
  20. κείσεαι Ἑρκείοιο Διὸς μεγάλου παρὰ βωμῷ·