The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. νύμφαι τε πρόγαμοί τε καὶ ἴδμονες Εἰλειθυίης,
  2. μολπῇ τʼ ὀρχηθμῷ τε περὶ βρέτας εἱλίσσοντο·
  3. ἄλλαι δὲ χνοόωσαν ἀμελγόεναι χάριν ὄμβρου
  4. ὁλκῷ δουρατέῳ ῥοδέους στορέσαντο τάπητας.
  5. αἱ δὲ θαλασσαίης ἐπιμάζια νήματα μίτρης
  6. λυσάμεναι κλωστοῖσι κατέπλεκον ἄνθεσιν ἵππον.
  7. καί τις ἀπειρεσίοιο πίθου κρήδεμνον ἀνεῖσα
  8. χρυσείῳ προχέουσα κρόκῳ κεκερασμένον οἶνον
  9. γαῖαν ἀνεκνίσσωσε χυτὴν εὐώδεϊ πηλῷ.
  10. ἀνδρομέῃ δὲ βοῇ συνεβάλλετο θῆλυς ἰωή,
  11. καὶ παίδων ἀλαλητὸς ἐμίσγετο γήραος ἠχῇ.
  12. οἷαι δʼ ἀφνειοῖο μετήλυδες Ὠκεανοῖο,
  13. χείματος ἀμφίπολοι, γεράνων στίχες ἠεροφώνων,
  14. κύκλον ἐπογμεύουσιν ἀλήμονος ὀρχηθμοῖο
  15. γειοπόνοις ἀρότῃσιν ἀπεχθέα κεκληγυῖαι·
  16. ὣς οἵγε κλαγγῇ τε διʼ ἄστεος ἠδὲ κυδοιμῷ
  17. ἦγον ἐς ἀκρόπολιν βεβαρημένον ἔνδοθεν ἵππον.
  18. κούρη δὲ Πριάμοιο θεήλατος οὐκέτι μίμνειν
  19. ἤθελεν ἐν θαλάμοισι· διαρρήξασα δʼ ὀχῆας
  20. ἔδραμεν ἠύτε πόρτις ἀήσυρος, ἥντε τυπεῖσαν