The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- καὶ παίδων ἀλαλητὸς ἐμίσγετο γήραος ἠχῇ.
- οἷαι δʼ ἀφνειοῖο μετήλυδες Ὠκεανοῖο,
- χείματος ἀμφίπολοι, γεράνων στίχες ἠεροφώνων,
- κύκλον ἐπογμεύουσιν ἀλήμονος ὀρχηθμοῖο
- γειοπόνοις ἀρότῃσιν ἀπεχθέα κεκληγυῖαι·
- ὣς οἵγε κλαγγῇ τε διʼ ἄστεος ἠδὲ κυδοιμῷ
- ἦγον ἐς ἀκρόπολιν βεβαρημένον ἔνδοθεν ἵππον.
- κούρη δὲ Πριάμοιο θεήλατος οὐκέτι μίμνειν
- ἤθελεν ἐν θαλάμοισι· διαρρήξασα δʼ ὀχῆας
- ἔδραμεν ἠύτε πόρτις ἀήσυρος, ἥντε τυπεῖσαν
- κέντρον ἀνεπτοίησε βοορραίσταο μύωπος·