The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- Τρωιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἄλλοθεν ἄλλαι,
- νύμφαι τε πρόγαμοί τε καὶ ἴδμονες Εἰλειθυίης,
- μολπῇ τʼ ὀρχηθμῷ τε περὶ βρέτας εἱλίσσοντο·
- ἄλλαι δὲ χνοόωσαν ἀμελγόεναι χάριν ὄμβρου
- ὁλκῷ δουρατέῳ ῥοδέους στορέσαντο τάπητας.
- αἱ δὲ θαλασσαίης ἐπιμάζια νήματα μίτρης
- λυσάμεναι κλωστοῖσι κατέπλεκον ἄνθεσιν ἵππον.
- καί τις ἀπειρεσίοιο πίθου κρήδεμνον ἀνεῖσα
- χρυσείῳ προχέουσα κρόκῳ κεκερασμένον οἶνον
- γαῖαν ἀνεκνίσσωσε χυτὴν εὐώδεϊ πηλῷ.
- ἀνδρομέῃ δὲ βοῇ συνεβάλλετο θῆλυς ἰωή,