The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἡ δʼ οὐκ εἰς ἀγέλην ποτιδέρκεται οὐδὲ βοτῆρι
  2. πείθεται οὐδὲ νομοῖο λιλαίεται, ἀλλὰ βελέμνῳ
  3. ὀξέι θηγομένη βοέων ἐξήλυθε θεσμῶν·
  4. τοίη μαντιπόλοιο βολῆς ὑπὸ νύγματι κούρη
  5. πλαζομένη κραδίην ἱερὴν ἀνεσείετο δάφνην.
  6. πάντη δʼ ἐβρυχᾶτο κατὰ πτόλιν· οὐδὲ τοκήων
  7. οὐδὲ φίλων ἀλέγιζε· λίπεν δέ ἑ παρθένος αἰδώς.
  8. οὐχ οὕτω Θρήισσαν ἐνὶ δρυμοῖσι γυναῖκα
  9. νήδυμος αὐλὸς ἔτυψεν ὀρειμανέος Διονύσου,
  10. ἥτε θεῷ πληγεῖσα παρήορον ὄμμα τιταίνει
  11. γυμνὸν ἐπισσείουσα κάρη κυανάμπυκι κισσῷ,