The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- τετρίγει δὲ κάλων ξυνοχή, καὶ πᾶσα ταθεῖσα
- λιγνὺν αἰθαλόεσσαν ἕλιξ ἀνεκήκιε σειρή.
- πολλὴ δʼ ἑλκόντων ἐνοπὴ καὶ κόμπος ὀρώρει·
- ἔβρεμε νυμφαίῃσιν ἅμα δρυσὶ δάσκιος Ἴδη,
- ἴαχε καὶ Ξάνθου ποταμοῦ κυκλούμενον ὕδωρ,
- καὶ στόμα κεκλήγει Σιμοείσιον· οὐρανίη δὲ
- ἐκ Διὸς ἑλκόμενον πόλεμον μαντεύετο σάλπιγξ.
- οἱ δʼ ἦγον προπάροιθεν· ὁδὸς δʼ ἐβαρύνετο μακρὴ
- σχιζομένη ποταμοῖσι καὶ οὐ πεδίοισιν ὁμοίη.
- εἵπετο δʼ αἰόλος ἵππος ἀρηιφίλους ἐπὶ βωμοὺς
- κυδιόων ὑπέροπλα, βίην δʼ ἐπέρεισεν Ἀθήνη
- χεῖρας ἐπιβρίσασα νεογλυφέων ἐπὶ μηρῶν.
- ὧδε θέων ἀκίχητος ἐπέδραμε θᾶσσον ὀιστοῦ
- Τρῶας ἐυσκάρθμοισιν ὁδοιπορίῃσι διώκων,
- εἰσόκε δὴ πυλέων ἐπεβήσατο Δαρδανιάων.
- αἱ δέ οἱ ἐρχομένῳ θυρέων πτύχες ἐστείνοντο·
- ἀλλʼ Ἥρη μὲν ἔλυσεν ἐπὶ δρόμον αὖθις ὁδοῖο
- πρόσθεν ἀναστέλλουσα, Ποσειδάων δʼ ἀπὸ πύργων
- σταθμὸν ἀνοιγομένων πυλέων ἀνέκοπτε τριαίνῃ.
- Τρωιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἄλλοθεν ἄλλαι,