The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. σχιζομένη ποταμοῖσι καὶ οὐ πεδίοισιν ὁμοίη.
  2. εἵπετο δʼ αἰόλος ἵππος ἀρηιφίλους ἐπὶ βωμοὺς
  3. κυδιόων ὑπέροπλα, βίην δʼ ἐπέρεισεν Ἀθήνη
  4. χεῖρας ἐπιβρίσασα νεογλυφέων ἐπὶ μηρῶν.
  5. ὧδε θέων ἀκίχητος ἐπέδραμε θᾶσσον ὀιστοῦ
  6. Τρῶας ἐυσκάρθμοισιν ὁδοιπορίῃσι διώκων,
  7. εἰσόκε δὴ πυλέων ἐπεβήσατο Δαρδανιάων.
  8. αἱ δέ οἱ ἐρχομένῳ θυρέων πτύχες ἐστείνοντο·
  9. ἀλλʼ Ἥρη μὲν ἔλυσεν ἐπὶ δρόμον αὖθις ὁδοῖο
  10. πρόσθεν ἀναστέλλουσα, Ποσειδάων δʼ ἀπὸ πύργων
  11. σταθμὸν ἀνοιγομένων πυλέων ἀνέκοπτε τριαίνῃ.