The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἕλκετʼ ἐς ἀκρόπολιν μεγάλην χρυσήνιον ἵππον·
- ἄμμι δʼ Ἀθηναίη ἐρυσίπτολις ἡγεμονεύοι
- δαιδάλεον σπεύδουσα λαβεῖν ἀνάθημα καὶ αὐτή.
- ὣς ἄρʼ ἔφη· καὶ τὸν μὲν ἄναξ ἐκέλευσε λαβόντα
- ἕσσασθαι χλαῖνάν τε χιτῶνά τε, τοὶ δέ, βοείαις
- δησάμενοι σειρῇσιν, ἐυπλέκτοισι κάλωσιν
- εἷλκον ὑπὲρ πεδίοιο, θοῶν ἐπιβήτορα κύκλων,
- ἵππον ἀριστήεσσι βεβυσμένον· οἱ δὲ πάροιθεν
- αὐλοὶ καὶ φόρμιγγες ὁμὴν ἐλίγαινον ἀοιδήν.
- σχέτλιον ἀφραδέων μερόπων γένος, οἷσιν ὁμίχλη
- ἄσκοπος ἐσσομένων· κενεῷ δʼ ὑπὸ χάρματι πολλοὶ
- πολλάκις ἀγνώσσουσι περιπταίοντες ὀλέθρῳ.
- οἵη καὶ Τρώεσσι τότε φθισίμβροτος ἄτη
- ἐς πόλιν αὐτοκέλευθος ἐκώμασεν· οὐδέ τις ἀνδρῶν
- ᾔδεεν, οὕνεκα λάβρον ἐφέλκετο πένθος ἄλαστον.
- ἄνθεα δὲ δροσόεντος ἀμησάμενοι ποταμοῖο
- ἔστεφον αὐχενίους πλοκάμους σφετέροιο φονῆος.
- γαῖα δὲ χαλκείοισιν ἐρεικομένη περὶ κύκλοις
- δεινὸν ὑπεβρυχᾶτο, σιδήρειοι δὲ διʼ αὐτῶν
- τριβόμενοι τρηχεῖαν ἀνέστενον ἄξονες ἠχήν·