The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- φέγγος ὑποκλέψασα κατηφέος ἤματος Ἠώς.
- αἱ δʼ ἀπὸ Θερμώδοντος ἀρηιφίλοιο γυναῖκες
- κοπτόμεναι περίκυκλον ἀθηλέος ὄμφακα μαζοῦ
- παρθένον ὠδύροντο δαΐφρονα Πενθεσίλειαν,
- ἥτε πολυξείνοιο χορὸν πολέμοιο μολοῦσα
- θηλείης ὑπὸ χειρὸς ἀπεσκέδασεν νέφος ἀνδρῶν
- νῆας ἐς ἀγχιάλους· μελίῃ δέ ἑ μοῦνος ὑποστὰς
- καὶ κτάνε καὶ σύλησε καὶ ἐκτερέιξεν Ἀχιλλεύς.
- εἱστήκει δʼ ἔτι πᾶσα θεοδμήτων ὑπὸ πύργων
- Ἴλιος ἀκλινέεσσιν ἐπεμβεβαυῖα θεμέθλοις,
- ἀμβολίῃ δʼ ἤσχαλλε δυσαχθέι λαὸς Ἀχαιῶν.