The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. Τρωσὶ δὲ λωβητῆρσιν ἐφʼ Ἕκτορος ἑλκυθμοῖσι
  2. μυρομένοις οὐ μοῦνον ἔην ἐπιδήμιον ἄλγος,
  3. ἀλλὰ καὶ ἀλλοθρόοις ἐπὶ πένθεσι κωκύοντες
  4. δάκρυσιν ἠμείβοντο πολυγλώσσων ἐπικούρων.
  5. κλαῖον μὲν Λύκιοι Σαρπηδόνα, τόν ποτε μήτηρ
  6. ἐς Τροίην μὲν ἔπεμψεν ἀγαλλομένη Διὸς εὐνῇ,
  7. δουρὶ δὲ Πατρόκλοιο Μενοιτιάδαο πεσόντα
  8. αἵματι δακρύσας ἐχύθη πατρώιος ἀήρ.
  9. καὶ δολίην ὑπὸ νύκτα κακῷ πεπεδημένον ὕπνῳ
  10. Ῥῆσον μὲν Θρήικες ἐκώκυον· ἡ δʼ ἐπὶ πότμῳ
  11. Μέμνονος οὐρανίην νεφέλην ἀνεδήσατο μήτηρ