The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- καί νύ κεν ὑστατίοισιν ἐποκνήσασα πόνοισιν
- ἀκάματός περ ἐοῦσα μάτην ἵδρωσεν Ἀθήνη,
- εἰ μὴ Δηιφόβοιο γαμοκλόπον ὕβριν ἐάσας
- Ἰλιόθεν Δαναοῖσιν ἐπὶ ξένος ἤλυθε μάντις,
- οἷα δέ που μογέοντι χαριζόμενος Μενελάῳ
- ὀψιτέλεστον ὄλεθρον ἑῇ μαντεύσατο πάτρῃ.
- οἱ δὲ βαρυζήλοιο θεοπροπίῃς Ἑλένοιο
- αὐτίκα μηκεδανοῖο μόθου τέλος ἠρτύναντο.
- καὶ Σκῦρον μὲν ἔβαινε λιπὼν εὐπάρθενον ἄστυ
- υἱὸς Ἀχιλλῆος καὶ ἐπαινῆς Δηιδαμείης·
- μήπω δʼ εὐφυέεσσιν ἰουλίζων κροτάφοισιν