The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. αὐτὰρ ἐγὼ πάντεσσιν ἐπάρκιος ἔσσομαι ὑμῖν
  2. μηκέτι δειμαίνειν πόλεμον παλίνορσον Ἀχαιῶν.
  3. ὣς φάτο· τὸν δʼ ὁ γέρων ἀγανῇ μειλίξατο φωνῇ·
  4. ξεῖνε, σὲ μὲν Τρώεσσι μεμιγμένον οὐκέτʼ ἔοικε
  5. τάρβος ἔχειν· ἔφυγες γὰρ ἀνάρσιον ὕβριν Ἀχαιῶν.
  6. αἰεὶ δʼ ἡμέτερος φίλος ἔσσεαι, οὐδέ σε πάτρης
  7. οὐδὲ πολυκτεάνων θαλάμων γλυκὺς ἵμερος αἱρεῖ.
  8. ἀλλʼ ἄγε καὶ σύ μοι εἰπέ, τί τοι τόδε θαῦμα τέτυκται,
  9. ἵππος, ἀμειλίκτοιο φόβου τέρας· εἰπὲ δὲ σεῖο
  10. οὔνομα καὶ γενεήν, ὁπόθεν δέ σε νῆες ἔνεικαν.
  11. τὸν δʼ ἐπιθαρσήσας προσέφη πολυμήχανος ἥρως·
  12. ἐξερέω καὶ ταῦτα· σὺ γάρ μʼ ἐθέλοντα κελεύεις.
  13. ἄργός μοι πόλις ἐστί, Σίνων δέ μοι οὔνομα κεῖται·
  14. αἴσιμον αὖ καλέουσιν ἐμὸν πολιὸν γενετῆρα·
  15. ἵππον δʼ Ἀργείοισι παλαίφατον εὗρεν Ἐπειός·
  16. εἰ μὲν γάρ μιν ἐᾶτε μένειν αὐτοῦ ἐνὶ χώρῃ,
  17. Τροίην θέσφατόν ἐστιν ἑλεῖν πόλιν ἔγχος Ἀχαιῶν·
  18. εἰ δέ μιν ἁγνὸν ἄγαλμα λάβῃ νηοῖσιν Ἀθήνη,
  19. φεύξονται προφυγόντες ἀνηνύστοις ἐπʼ ἀέθλοις.
  20. ἀλλʼ ἄγε δὴ σειρῇσι περίπλοκον ἀμφιβαλόντες